On the Estate of Hagnias
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
Χαιρέλεως δὲ τὸ Προσπαλτοῖ χωρίον κατέλιπεν, ὃ πλέον οὐκ ἂν εὕροι[*](εὕροιReiske: εὕρητε.) τριάκοντα μνῶν. συνέβη δὲ τὸν μὲν ταῦτα καταλιπόντα τελευτῆσαι πρότερον ἢ Μακάρτατον, ἐκεῖνον δὲ μετὰ ταύτης τῆς οὐσίας, ἣν ἔχων ἐξέπλευσεν· ἅπαντα γὰρ καὶ τὴν τριήρη καὶ αὑτὸν κατὰ τὸν πόλεμον ἀπώλεσε. καταλειφθέντος δὲ τοῦ Προσπαλτοῖ χωρίου καὶ γιγνομένου τῆς ἐκείνων ἀδελφῆς, ἐμῆς δὲ γυναικός, ἐπείσθην ὑπʼ ἐκείνης εἰσποιῆσαι Μακαρτάτῳ τὸν ἕτερον τῶν παίδων· οὐχ ἵνα 〈μὴ〉[*](μὴadd. Bekker.) λῃτουργοίην, εἰ[*](εἰAldus: εἰς.) προσγένοιτό μοι τοῦτο τὸ χωρίον.
ὁμοίως γὰρ καὶ [μὴ] εἰσποιήσαντος τοῦτό γʼ ὑπῆρχεν· οὐδὲ γὰρ ἐλῃτούργουν διὰ τοῦτό γʼ ἧττον οὐδέν, ἀλλὰ καὶ τῶν εἰσφερόντων ἦν καὶ τῶν τὰ προσταττόμενα ὑμῖν ἅπαντα ποιούντων. ὁ δὲ ὡς περὶ ἀχρήστου μὲν πλουσίου δὲ ἐπὶ διαβολῇ ποιεῖται τούτους τοὺς λόγους.
ἐγὼ δʼ ἓν κεφάλαιον ἐρῶ πάντων μέγιστον, ὃ καὶ ὑμῖν οἶδʼ ὅτι δόξει δίκαιον. κοινώσασθαι γὰρ ἐθέλω τὴν οὐσίαν τὴν ἐμὴν τῇ τοῦ παιδός, καὶ εἴτε πολλὰ εἴτʼ ὀλίγα ἐστίν, ἐν κοινῷ γενομένης λάβωμεν τὰ ἡμίσεα ἑκάτερος, ἵνα μηδὲν πλέον ἔχῃ ἅτερος τοῦ ἑτέρου τοῦ προσήκοντος· ἀλλʼ οὐκ ἐθελήσει.
Λείπει---