On the Estate of Hagnias

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

Μαρτυρίαι

ἆρα μικρὰ τὰ διάφορα ἑκατέροις τῆς οὐσίας ἡμῶν ἐστιν, ἀλλʼ οὐ τηλικαῦτα ὥστε 〈ἐμοὶ〉[*](ἐμοὶadd. Schoemann.) μηδεμίαν γενέσθαι παρὰ[*](παρὰsched. *eton.: περὶ.) τοὺς Στρατοκλέους παῖδας; 〈οὐκοῦν〉[*](οὐκοῦνadd. Buermann.) οὐκ ἄξιον τοῖς τούτου[*](τοῖς τούτουReiske: τούτοις τοῖς.) λόγοις πιστεύειν, ὃς τοσαύτης οὐσίας καταλελειμμένης ἐτόλμησεν ἐπὶ διαβολῇ ψεύσασθαι κατʼ ἐμοῦ τηλικαῦτα[*](τηλικαῦταAldus: -αύτη.) τὸ μέγεθος. καταλογίζεται τοίνυν ὡς ἐγὼ τρεῖς κλήρους εἰληφὼς καὶ πολλῶν χρημάτων εὐπορῶν ἀφανίζω τὴν οὐσίαν, ἵνʼ ὡς ἐλάχισθʼ ὑμεῖς αὐτῶν ἀπολαύητε.[*](ἀπολαύητεAldus: -οιτε.) τοῖς γὰρ μηδὲν δίκαιον ἔχουσι περὶ τῶν πραγμάτων λέγειν ἀνάγκη πορίζεσθαι τοιούτους λόγους, ἐξ ὧν [ἂν] διαβάλλοντες πλέον ἔχειν δυνήσονται τῶν ἀντιδίκων.