On the Estate of Hagnias
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
οὔτε γὰρ ἂν νόμον δείξειεν ὃς κωλύει τοῦτον ὑπὲρ τοῦ παιδὸς δίκην παρʼ ἐμοῦ λαμβάνειν· οὐ γάρ ἐστιν ἐναντιούμενος οὐδείς, ἀλλʼ ὥσπερ καὶ γραφὰς κατʼ ἐμοῦ δέδωκεν, οὕτω καὶ δίκας ἐμοὶ εἶναι καὶ τῷ παιδὶ πεποίηκεν· οὔτʼ αὖ διὰ ταῦτα ἐκείνοις τοῖς ἔχουσι[*](ἔχουσιDobree: προσήκουσι.) τοῦ κλήρου οὐκ ἐλάγχανον, ὡς ἐμοῦ μεταδώσειν ὁμολογήσαντος, ἀλλʼ ὅτι οὐδʼ ὁτιοῦν αὐτοῖς τούτων τῶν χρημάτων προσῆκεν.
εὖ δʼ οἶδʼ ὅτι 〈οὐδʼ〉[*](οὐδʼadd. Scaliger.) εἰ συνεχώρουν τῷ παιδὶ λαβεῖν ἐπιδικασαμένῳ παρʼ ἐμοῦ τὸ ἡμικλήριον, οὐκ ἄν ποτε ταῦτʼ ἐποίησαν οὐδʼ ἐπεχείρησαν, εἰδότες 〈ὅτι〉,[*](ὅτιadd. Stephanus.) ὁπότʼ ἐν τῇ ἀγχιστείᾳ μὴ ὄντες εἶχόν τι τῶν μὴ προσηκόντων, τοῦτʼ ἂν ὑπὸ τῶν ἐγγύτατα γένους ῥᾳδίως ἀφῃρέθησαν. ὅπερ γὰρ καὶ πρότερον εἶπον, οὐ δίδωσι μεθʼ ἡμᾶς τοῖς ἡμετέροις παισὶ τὸ παράπαν τὴν ἀγχιστείαν ὁ νόμος, ἀλλὰ τοῖς πρὸς μητρὸς τοῦ τελευτήσαντος.
ἧκεν ἂν οὖν ἐπʼ αὐτὰ τοῦτο μὲν ὁ Γλαύκων ὁ τοῦ Ἁγνίου ἀδελφός, πρὸς ὃν μὴ ὅτι γένος εἶχον ἄμεινον εἰπεῖν, ἀλλὰ καὶ ἔξω τῆς ἀγχιστείας ἐφαίνοντʼ ἂν ὄντες, τοῦτο δʼ, εἰ μὴ ἐβούλετο οὗτος, ἡ Ἁγνίου κἀκείνου μήτηρ, προσῆκον καὶ αὐτῇ τῆς ἀγχιστείας τοῦ αὑτῆς ὑέος, ὥσθʼ ὁπότʼ ἠγωνίζετο πρὸς τοὺς μηδὲν γένει προσήκοντας, φανερῶς ἂν ἔλαβε τὸ ἡμικλήριον παρʼ ὑμῶν, τοῦτο τοῦ δικαίου καὶ τῶν νόμων αὐτῇ δεδωκότων.
οὐκοῦν διὰ ταῦτʼ οὐκ ἐλάγχανεν, οὐχ ὡς διʼ ἐμὲ ἢ τοὺς νόμους κωλυόμενος, ἀλλὰ ταύτας [τὰς] προφάσεις ποιούμενος ἐπὶ ταύτας τὰς συκοφαντίας ἐλήλυθεν, ἐξ ὧν γραφὴν γραψάμενος καὶ ἐμὲ διαβάλλων ἐλπίζει χρήματα λήψεσθαι καὶ ἐμὲ τῆς ἐπιτροπῆς ἀπαλλάξειν. καὶ οἴεται δεινοῦ τινος ἀνδρὸς ἔργον διαπράττεσθαι ταύταις ταῖς παρασκευαῖς, ὅτι μὴ κατορθώσας μὲν οὐδὲν ἀπολεῖ τῶν αὑτοῦ, διαπραξάμενος δʼ ἃ βούλεται καὶ τὰ τοῦ παιδὸς ἀδεῶς ἤδη διαφορήσει.
οὐκοῦν οὐ δεῖ προσέχειν ὑμᾶς τοῖς τούτου λόγοις τὸν νοῦν, οὐδʼ ἐπιτρέπειν, οὐδʼ ἐθίζειν εἶναι γραφὰς περὶ ὧν ἰδίας δίκας οἱ νόμοι πεποιήκασιν. ἁπλᾶ γὰρ τὰ δίκαια παντάπασίν ἐστι καὶ γνώριμα μαθεῖν· ἃ ἐγὼ διὰ βραχέων εἰπὼν καὶ παρακαταθέμενος ὑμῖν μνημονεύειν, ἐπὶ τὴν ἄλλην ἀπολογίαν ἤδη τρέψομαι τῶν κατηγορηθέντων.
τί οὖν ἔστι ταῦτα, καὶ τί διορίζομαι; εἰ μὲν κατʼ ἀγχιστείαν τῶν Ἁγνίου μετεῖναί φησι τῷ παιδί, τοῦ ἡμικληρίου λαχέτω πρὸς τὸν ἄρχοντα, κἂν ὑμεῖς ψηφίσησθε, λαβέτω· ταῦτα γὰρ οἱ νόμοι κελεύουσιν. εἰ δὲ μὴ κατὰ τοῦτο ἀμφισβητεῖ, φησὶ δὲ ὁμολογῆσαί με τῷ παιδὶ μεταδώσειν, φάσκοντος ἐμοῦ τούτων εἶναι μηδέν, δικασάσθω, κἂν ἐξελέγξῃ με ὡς ὡμολόγησα, τότʼ ἤδη πραξάσθω· δίκαιον γὰρ οὕτως ἐστίν.
εἰ δὲ μήτε πρὸς ἐμὲ μήτε κατʼ ἐμοῦ δίκην εἶναί φησι τῷ παιδί, τὸν κωλύοντα νόμον εἰπάτω, κἂν ἔχῃ δεῖξαι, λαβέτω καὶ οὕτω τὸ μέρος τῶν χρημάτων. εἰ δʼ αὖ αὖ μήτʼ ἐπιδικάσασθαί φησι δεῖν τοῦ ἡμικληρίου μήτʼ ἐμοὶ[*](μητ ἐμοὶBlass: μήτε μὴ.) δικάσασθαι, ἀλλʼ ἤδη εἶναι ταῦτα τοῦ παιδός, ἀπογραψάσθω πρὸς τὸν ἄρχοντα εἰς τὴν μίσθωσιν τῶν ἐκείνου χρημάτων, ἣν ὁ μισθωσάμενος εἰσπράξει με ταῦτα ὡς ὄντα τοῦ παιδός.