On the Estate of Hagnias
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
καίτοι εἰ τὰς μὲν νενίκηκα τοῦτον τὸν τρόπον, ἐπιδείξας μηδὲν Ἁγνίᾳ κατʼ ἀγχιστείαν προσηκούσας, οὗτος δὲ μὴ ἐτόλμησεν ἀντιδικῆσαι τῷ παιδὶ τοῦ ἡμικληρίου πρὸς ἡμᾶς,[*](ἡμᾶςReiske: ὑμᾶς.) οἱ δὲ Στρατίου παῖδες οἱ ταὐτὸν τούτῳ προσήκοντες μηδὲ νῦν ἀξιοῦσιν ἀντιδικῆσαι πρὸς ἐμὲ περὶ αὐτῶν, ἔχω δʼ ἐγὼ τὸν κλῆρον ἐπιδικασάμενος παρʼ ὑμῖν, ἐξελέγχω δὲ τοῦτον μηδέπω καὶ τήμερον ἔχοντʼ εἰπεῖν ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει κατʼ ἀγχιστείαν, τί ἔτι δεῖ μαθεῖν ὑμᾶς ἢ 〈τί〉[*](τίadd. Reiske.) ποθεῖτε ἀκοῦσαι περὶ τούτων; ἐγὼ μὲν γὰρ ὡς εὖ φρονοῦσιν ὑμῖν ἱκανὰ τὰ εἰρημένα νομίζω.
οὗτος τοίνυν ῥᾳδίως ὅ τι ἂν τύχῃ ψευδόμενος, καὶ τὴν αὑτοῦ πονηρίαν οὐδεμίαν ζημίαν εἶναι νομίζων, τολμᾷ με διαβάλλειν ἄλλα τε πολλά, περὶ ὧν ποιήσομαι τοὺς λόγους τάχα, καὶ νυνὶ λέγει ὡς ἐκοινωσάμεθα ἐγώ τε καὶ Στρατοκλῆς, τὸν ἀγῶνα εἰσιέναι περὶ τοῦ κλήρου μέλλοντες. ὃ μόνοις ἡμῖν τῶν ἀμφισβητεῖν παρεσκευασμένων οὐκ ἐνῆν, διομολογήσασθαι πρὸς ἀλλήλους.