On The Estate of Aristarchus
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
τοῦτο οὖν ὑμᾶς πειράσομαι πρῶτον διδάσκειν, ἐάν μου μετʼ εὐνοίας ἀκοῦσαι ἐθέλητε. εἴσεσθε γὰρ ὡς ὁ κλῆρος οὗτος οὐ τούτων ἦν ἐξ ἀρχῆς, ἀλλὰ τῆς ἐμῆς μητρὸς πατρῷος, ἔπειτα καὶ ὡς Ἀρίσταρχος οὐδὲ καθʼ ἕνα νόμον αὐτὸν εἴληφεν, ἀλλὰ παρὰ πάντας τοὺς νόμους ἀδικεῖ μετὰ τῶν οἰκείων τὴν ἐμὴν μητέρα. ὅθεν οὖν σαφέστατα μαθήσεσθε ὡς ἔχει ταῦτα, ἐντεῦθεν ὑμᾶς πρῶτον πειράσομαι διδάσκειν.
Ἀρίσταρχος γὰρ ἦν, ὦ ἄνδρες, Συπαλήττιος.[*](ΣυπαλήττιοςBaiter-Sauppe: συπαλλήτιος.) οὗτος ἔλαβε Ξεναινέτου Ἀχαρνέως θυγατέρα, ἐξ ἧς γίγνεται Κυρωνίδης καὶ Δημοχάρης καὶ ἡ μήτηρ ἡ ἐμὴ καὶ ἄλλη τούτων ἀδελφή. Κυρωνίδης μὲν οὖν ὁ τοῦδε πατὴρ καὶ θατέρου τοῦ τόνδε τὸν κλῆρον ἀδίκως ἔχοντος ἐξεποιήθη εἰς ἕτερον οἶκον, ὥστε αὐτῷ τῶν χρημάτων οὐδὲν ἔτι προσῆκεν· Ἀριστάρχου δὲ τοῦ πατρὸς 〈τοῦ〉[*](τοῦadd. Dobree.) τούτων τελευτήσαντος Δημοχάρης 〈ὁ〉[*](ὁadd. Sauppe.) ὑὸς κληρονόμος τῶν ἐκείνου κατέστη. τούτου δὲ παιδὸς ἀποθανόντος καὶ τῆς ἑτέρας ἀδελφῆς, ἡ μήτηρ ἡ ἐμὴ ἐπὶ[*](ἐπὶValckenaer: ἐν.) παντὶ τῷ οἴκῳ ἐπίκληρος ἐγένετο.
καὶ οὕτω μὲν ἐξ ἀρχῆς ἅπαντα ταυτὶ τῆς ἐμῆς μητρὸς ἐγένετο· προσῆκον δʼ αὐτῇ μετὰ τῶν χρημάτων τῷ ἐγγύτατα γένους συνοικεῖν, πάσχει δεινότατα, ὦ ἄνδρες. Ἀριστομένης γὰρ ἀδελφὸς ὢν ἐκείνου τοῦ Ἀριστάρχου, ὄντος αὐτῷ ὑέος καὶ θυγατρός, ἀμελήσας ἢ αὐτὸς αὐτὴν ἔχειν ἢ τῷ ὑεῖ μετὰ τοῦ κλήρου ἐπιδικάσασθαι, τούτων μὲν οὐδὲν ἐποίησε, τὴν δὲ ἑαυτοῦ θυγατέρα ἐπὶ τοῖς τῆς ἐμῆς μητρὸς χρήμασι Κυρωνίδῃ ἐξέδωκεν, ἐξ ἧς ὁ Θεναίνετος οὗτος καὶ Ἀρίσταρχος ὁ τελευτήσας ἐγένετο.