On The Estate of Aristarchus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

Ὑπόθεσις

Ἀρίσταρχός τις τεσσάρων πατὴρ γενόμενος παίδων, Κυρωνίδου καὶ Δημοχάρους καὶ τῆς μητρὸς τοῦ λέγοντος τὸν λόγον καὶ ἄλλης κόρης, τούτων[*](τούτωνBekker: τοῦτον.) μὲν τὸν Κυρωνίδην ἔτι περίων εἰσεποίησεν εἰς τὸν Ξεναινέτου τοῦ κατὰ μητέρα πάππου κλῆρον, αὐτὸς δὲ κληρονόμους τοὺς λοιποὺς ἑαυτῷ κατέλειψε παῖδας. μετὰ ταῦτα τελευτᾷ μὲν Δημοχάρης ἄπαις, καὶ ἡ μία θυγάτηρ [αὐτοῦ] καὶ αὐτὴ ἄπαις, ὁ δὲ κλῆρος ὅλος ἔρχεται δικαίως εἰς τὴν μητέρα τοῦ λέγοντος τὸν λόγον. καὶ ταῦτα μὲν οὕτω· μετὰ δὲ τὴν τελευτὴν Ἀριστάρχου Ἀριστομένης ἀδελφὸς ὢν αὐτοῦ καὶ κατὰ νόμον ἐπίτροπος τῶν τοῦ ἀδελφοῦ γινόμενος παίδων, ἐκδέδωκε Κυρωνίδῃ τῷ ἐκποιήτῳ υἱῷ Ἀριστάρχου τὴν θυγατέρα ἑαυτοῦ, ἐπαγγειλάμενος περιποιῆσαι αὐτῷ τὸν Ἀριστάρχου κλῆρον. ὃ δὴ καὶ πεποίηκε· γενομένου γὰρ υἱοῦ τῷ Κυρωνίδῃ πρῶτον μὲν ὄνομα τῷ παιδὶ τὸ τοῦ πάππου δεδώκασιν, Ἀρίσταρχον ὀνομάσαντες, εἶτα εἰσεποίησαν αὐτὸν εἰς τὸν 〈τοῦ〉[*](τοῦadd. Bekker.) πάππου οἶκον ὡς δὴ τοῦτο ἐκείνου προστάξαντος, καὶ παραδέδωκεν Ἀριστομένης αὐτῷ τὸν ὅλον τοῦ πάππου κλῆρον. ἔτι δὲ ἄπαις[*](ἄπαιςGraux: παῖς.) ὢν ἐκεῖνος [καὶ] τελευτῶν κληρονόμον κατὰ διαθήκας ἐνεστήσατο τὸν ἴδιον ἀδελφὸν Ξεναίνετον. τούτων οὕτω γενομένων, καὶ κρατοῦντος Ξεναινέτου τὴν Ἀριστάρχου τοῦ παλαιοῦ οὐσίαν, ἀμφισβητεῖ πρὸς αὐτὸν ὁ υἱὸς τῆς θυγατρὸς Ἀριστάρχου τοῦ παλαιοῦ, λέγων ἑαυτὸν μόνον εἶναι κληρονόμον δικαίως τῶν Ἀριστάρχου τοῦ παλαιοῦ χρημάτων. ὁ μὲν γὰρ Κυρωνίδης (φησίν) ἐκποίητος ἐγένετο· ὁ δὲ πατὴρ υἱὸν ἔχων γνήσιον τὸν Δημοχάρην, οὐκ ἐδύνατο θετὸν ἑαυτῷ ποιῆσαι παῖδα· ὁ δὲ Δημοχάρης ἀτελὴς ὢν οὐδὲ αὐτὸς ἐδύνατο εἰσποιῆσαι τῷ πατρὶ θετὸν υἱόν· ἀλλʼ οὐδʼ ἡ ἄλλη θυγάτηρ αὐτοῦ ἡ προτελευτήσασα. ὥστε οὐ κατὰ τὸν νόμον (φησί) τῆς εἰσποιήσεως γενομένης τοῦ μικροῦ Ἀριστάρχου, οὐκέτι συνίστατο ἡ διαθήκη αὐτοῦ, τοῦ νέου Ἀριστάρχου· ἃ γὰρ μὴ δικαίως ἐκτήσατο, πῶς ἄλλῳ παραπέμπειν ἐδύνατο; ἀναιρουμένης δὲ τῆς διαθήκης εἰκότως ὁ κλῆρος εἰς τὸν λέγοντα τὸν λόγον ἐφέρετο, υἱὸν ὄντα τῆς γνησίας θυγατρὸς Ἀριστάρχου τοῦ παλαιοῦ. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ στάσις δὲ πραγματικὴ ἔγγραφος· ζητεῖ〈ται〉[*](ζητεῖ〈ται〉Wyse.) γὰρ εἰ δεῖ τὰς τοιαύτας συνεστάναι διαθήκας, καὶ τίς δικαιότερα λέγει.

ἐβουλόμην 〈μέν〉,[*](μένadd. Bekker.) ὦ ἄνδρες, ὥσπερ Θεναίνετος οὑτοσὶ δύναται ψευδῆ λέγειν θαρραλέως, οὕτω κἀγὼ τἀληθῆ πρὸς ὑμᾶς περὶ ὧν ἀμφισβητοῦμεν εἰπεῖν δυνηθῆναι· οἶμαι γὰρ ἂν ὑμῖν εὐθέως δῆλον γενέσθαι εἴθʼ ἡμεῖς ἀδίκως ἐπὶ τὸν κλῆρον ἥκομεν, εἴθʼ οὗτοι μὴ προσηκόντως πάλαι τὰ χρήματα ταῦτα εἰλήφασι. νῦν δὲ οὐκ ἐξ ἴσου διακείμεθα, ὦ ἄνδρες. οἱ μὲν γὰρ καὶ λέγειν δεινοὶ καὶ παρασκευάσασθαι ἱκανοί, ὥστε καὶ ὑπὲρ ἑτέρων πολλάκις ἐν ὑμῖν ἠγωνίσθαι· ἐγὼ δὲ μὴ ὅτι ὑπὲρ ἄλλου ἀλλʼ οὐδὲ ὑπὲρ ἐμαυτοῦ πώποτε δίκην ἰδίαν εἴρηκα, ὥστε πολλῆς δεῖ με συγγνώμης τυχεῖν παρʼ ὑμῶν.

ἠνάγκασμαι μὲν οὖν, ὦ ἄνδρες, διὰ τὸ μὴ δύνασθαι δίκην παρʼ αὐτῶν λαβεῖν, τὴν μητέρα τὴν ἐμὴν ἐν[*](ἐνDobree: πρὸς.) τῇ ἀνακρίσει Ἀριστάρχου εἶναι ἀδελφὴν προσγράψασθαι· οὐ μὴν διὰ τοῦτο ὑμῖν ἡ διάγνωσις[*](ἡ διάγνωσιςScheibe: ἥδε ἡ γνῶσις.) ἧττον περὶ αὐτῶν εὐκρινὴς γενήσεται, [ἀλλʼ] ἐκ τῶν νόμων σκοποῦσιν εἰ τὰ ἑαυτοῦ δέδωκε τούτῳ Ἀρίσταρχος ἢ τὰ μηδὲν προσήκοντα. ἔστι δὲ δίκαιον τοῦτο, ὦ ἄνδρες· ὁ γὰρ νόμος κελεύει τὰ μὲν ἑαυτοῦ διαθέσθαι ὅτῳ ἂν ἐθέλῃ, τῶν δὲ ἀλλοτρίων οὐδένα κύριον πεποίηκε.

τοῦτο οὖν ὑμᾶς πειράσομαι πρῶτον διδάσκειν, ἐάν μου μετʼ εὐνοίας ἀκοῦσαι ἐθέλητε. εἴσεσθε γὰρ ὡς ὁ κλῆρος οὗτος οὐ τούτων ἦν ἐξ ἀρχῆς, ἀλλὰ τῆς ἐμῆς μητρὸς πατρῷος, ἔπειτα καὶ ὡς Ἀρίσταρχος οὐδὲ καθʼ ἕνα νόμον αὐτὸν εἴληφεν, ἀλλὰ παρὰ πάντας τοὺς νόμους ἀδικεῖ μετὰ τῶν οἰκείων τὴν ἐμὴν μητέρα. ὅθεν οὖν σαφέστατα μαθήσεσθε ὡς ἔχει ταῦτα, ἐντεῦθεν ὑμᾶς πρῶτον πειράσομαι διδάσκειν.

Ἀρίσταρχος γὰρ ἦν, ὦ ἄνδρες, Συπαλήττιος.[*](ΣυπαλήττιοςBaiter-Sauppe: συπαλλήτιος.) οὗτος ἔλαβε Ξεναινέτου Ἀχαρνέως θυγατέρα, ἐξ ἧς γίγνεται Κυρωνίδης καὶ Δημοχάρης καὶ ἡ μήτηρ ἡ ἐμὴ καὶ ἄλλη τούτων ἀδελφή. Κυρωνίδης μὲν οὖν ὁ τοῦδε πατὴρ καὶ θατέρου τοῦ τόνδε τὸν κλῆρον ἀδίκως ἔχοντος ἐξεποιήθη εἰς ἕτερον οἶκον, ὥστε αὐτῷ τῶν χρημάτων οὐδὲν ἔτι προσῆκεν· Ἀριστάρχου δὲ τοῦ πατρὸς 〈τοῦ〉[*](τοῦadd. Dobree.) τούτων τελευτήσαντος Δημοχάρης 〈ὁ〉[*](ὁadd. Sauppe.) ὑὸς κληρονόμος τῶν ἐκείνου κατέστη. τούτου δὲ παιδὸς ἀποθανόντος καὶ τῆς ἑτέρας ἀδελφῆς, ἡ μήτηρ ἡ ἐμὴ ἐπὶ[*](ἐπὶValckenaer: ἐν.) παντὶ τῷ οἴκῳ ἐπίκληρος ἐγένετο.

καὶ οὕτω μὲν ἐξ ἀρχῆς ἅπαντα ταυτὶ τῆς ἐμῆς μητρὸς ἐγένετο· προσῆκον δʼ αὐτῇ μετὰ τῶν χρημάτων τῷ ἐγγύτατα γένους συνοικεῖν, πάσχει δεινότατα, ὦ ἄνδρες. Ἀριστομένης γὰρ ἀδελφὸς ὢν ἐκείνου τοῦ Ἀριστάρχου, ὄντος αὐτῷ ὑέος καὶ θυγατρός, ἀμελήσας ἢ αὐτὸς αὐτὴν ἔχειν ἢ τῷ ὑεῖ μετὰ τοῦ κλήρου ἐπιδικάσασθαι, τούτων μὲν οὐδὲν ἐποίησε, τὴν δὲ ἑαυτοῦ θυγατέρα ἐπὶ τοῖς τῆς ἐμῆς μητρὸς χρήμασι Κυρωνίδῃ ἐξέδωκεν, ἐξ ἧς ὁ Θεναίνετος οὗτος καὶ Ἀρίσταρχος ὁ τελευτήσας ἐγένετο.