On the Estate of Astyphilus
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
ἐπεὶ δʼ ἐκομίσθη τὰ ὀστᾶ τοῦ ἀδελφοῦ, ὁ μὲν προσποιούμενος πάλαι ὑὸς εἰσπεποιῆσθαι οὐ προὔθετο οὐδʼ ἔθαψεν, οἱ δὲ φίλοι Ἀστυφίλου καὶ οἱ συστρατιῶται, ὁρῶντες τὸν πατέρα τὸν ἐμὸν ἀρρωστοῦντα, ἐμὲ δὲ οὐκ ἐπιδημοῦντα, αὐτοὶ καὶ προὔθεντο καὶ τἆλλα πάντα τὰ νομιζόμενα ἐποίησαν καὶ τὸν ἐμὸν πατέρα ἀσθενοῦντα ἐπὶ τὸ μνῆμα ἤγαγον, εὖ εἰδότες ὅτι ἀσπάζοιτο αὐτὸν Ἀστύφιλος. τούτου δʼ ὑμῖν αὐτοὺς τοὺς ἐπιτηδείους τοὺς ἐκείνου μάρτυρας παρέξομαι τῶν παρόντων.
Μάρτυρες
ὅτι μὲν οὐκ ἔθαψε Κλέων Ἀστύφιλον, οὐδʼ 〈ἂν〉[*](ἸφιστιάδῃThalheim: ἡφαιστίδῃ.) αὐτὸς ἔξαρνος γένοιτο μεμαρτύρηταί τε ὑμῖν· ἐπειδὴ δʼ ἐπεδήμησα ἐγὼ καὶ ᾐσθόμην καρπουμένους τούτους τὰ ἐκείνου, --- ὁ [δὲ] ὑὸς αὐτοῦ ποιηθείη ὑπὸ Ἀστυφίλου, καὶ τούτων διαθήκας καταλίποι παρὰ Ἱεροκλεῖ Ἰφιστιάδῃ. ἀκούσας δʼ ἐγὼ λέγοντος αὐτοῦ ταῦτα ἐπορευόμην παρὰ τὸν Ἱεροκλέα, εὖ μὲν εἰδὼς ὅτι ὡς οἷόν τε μάλιστα ἐπιτήδειος εἴη Κλέωνι,