On the Estate of Astyphilus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

ἅπαντες οὖν, ὦ ἄνδρες, μετʼ ἐμοῦ γένεσθε· ὡς ἐάν τι ἄλλο ψηφίσησθε Κλέωνι πειθόμενοι, σκέψασθε ὁπόσων αἴτιοι γενήσεσθε. πρῶτον μὲν τοὺς ἐχθίστους Ἀστυφίλου ἐπί τε τὰ μνήματα ἰέναι καὶ ἐπὶ τὰ ἱερὰ 〈τὰ〉[*](τὰadd. Sauppe.) ἐκείνου ποιήσετε· ἔπειτα τὰς Εὐθυκράτους ἐπισκήψεις, τοῦ πατρὸς τοῦ Ἀστυφίλου, ἀκύρους ποιήσετε, ἃς αὐτὸς πρότερον ἀπέθανεν ἢ[*](ἀπέθανεν ἢBekker: ἢ ἀπέθανεν.) παραβῆναι· ἔπειτα τετελευτηκότα Ἀστύφιλον παρανοίας αἱρήσετε·

εἰ γὰρ τοῦτον ἐποιήσατο ὑὸν οὗ[*](οὖSauppe: ὃς.) τῷ πατρὶ πολεμιώτατος ἦν, πῶς οὐ δόξει τοῖς ἀκούσασι παρανοεῖν ἢ ὑπὸ φαρμάκων διεφθάρθαι; ἔτι δʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ἐκτραφέντα ἐν τῷ αὐτῷ καὶ συμπαιδευθέντα Ἀστυφίλῳ καὶ ἀδελφὸν ὄντα, περιόψεσθε ὑπὸ Κλέωνος ἀποστερηθέντα τῶν ἐκείνου. ἀντιβολῶ ὑμᾶς καὶ ἱκετεύω ἐκ παντὸς τρόπου ψηφίσασθαί μοι· οὕτω γὰρ ἂν μάλιστα Ἀστυφίλῳ τε χαρίσαισθε κἀμὲ οὐκ ἂν ἀδικήσαιτε.[*](ἀδικήσαιτεBekker: -σητε.)