On the Estate of Astyphilus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

καὶ ἐπειδὴ ἐγὼ ἐγενόμην καὶ ὥραν εἶχον παιδεύεσθαι, μετʼ ἐκείνου συνεπαιδευόμην. λαβὲ δέ μοι ταύτην τὴν μαρτυρίαν, εἶτα τῶν διδασκάλων ὅποι ἐφοιτῶμεν.

Μαρτυρίαι[*](μαρτυρίαιReiske: -ία.)

τὸ τοίνυν χωρίον τὸ ἐκείνου πατρῷον, ὦ ἄνδρες, ὁ πατὴρ ὁ ἐμὸς ἐφύτευσε καὶ ἐγεώργει καὶ ἐποίει διπλασίου ἄξιον. ἀνάβητέ μοι καὶ τούτων μάρτυρες.

Μάρτυρες

ἐπεὶ τοίνυν ἐδοκιμάσθη ὁ ἀδελφός, ἀπέλαβε πάντα ὀρθῶς καὶ δικαίως, ὥστε ἐκεῖνον μηδὲ πώποτε μηδὲν ἐγκαλέσαι τῷ ἐμῷ πατρί. μετὰ δὲ ταῦτα τὴν ἀδελφὴν τὴν ἐκείνου ὁμοπατρίαν ἠγγύησεν ὁ ἐμὸς πατὴρ ὅτῳ ἐδόκει αὐτῷ, καὶ τἆλλα διῴκει, καὶ ταῦτα τῷ Ἀστυφίλῳ ἐξήρκει· ἱκανὴν γὰρ ἡγήσατο βάσανον εἰληφέναι ἀπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ τῆς εἰς αὑτὸν εὐνοίας, ἐκ μικροῦ παιδίου τεθραμμένος παρʼ αὐτῷ. μαρτυροῦσι δὲ ὑμῖν[*](ὑμῖνSauppe: ἡμῖν.) καὶ περὶ τῆς ἐγγύης οἱ εἰδότες.