On the Estate of Astyphilus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

Μαρτυρία

οὕτως τοίνυν διακείμενος τῷ τετελευτηκότι Κλέων ἀξιοῖ τὸν ὑὸν τὸν ἑαυτοῦ τὰ ἐκείνου ἔχειν. καὶ τί δεῖ τοῦτον λέγειν; ἀλλʼ Ἱεροκλῆς, θεῖος ὢν καὶ 〈ἐκείνῳ καὶ〉[*](ἐκείνῳ καὶadd. Dobree.) ἐμοί, οὕτως ἐστὶ τολμηρὸς ὥστε οὐ γενομένας διαθήκας ἥκει φέρων, καί φησι παρʼ ἑαυτῷ Ἀστύφιλον ταύτας καταλιπεῖν.

καίτοι, Ἱερόκλεις, πολλὰ κἀγαθὰ παθὼν ὑπὸ Θεοφράστου τοῦ πατρὸς τοῦ ἐμοῦ, ὅτε χεῖρον ἔπραττες ἢ νυνί, καὶ ὑπὸ Ἀστυφίλου, οὐδετέρῳ αὐτοῖν τὴν ἀξίαν χάριν ἀποδίδως· ἐμὲ μὲν γὰρ ὑὸν ὄντα Θεοφράστου, σαυτῷ δὲ ἀδελφιδοῦν, ἀποστερεῖς ἅ μοι οἱ νόμοι ἔδοσαν, Ἀστυφίλου δὲ τεθνεῶτος καταψεύδῃ, καὶ τὸ κατὰ σαυτὸν μέρος τοὺς ἐχθίστους καθίστης τῶν ἐκείνου κληρονόμους.