On the Estate of Astyphilus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

ὡς δὲ ταῦτʼ ἐστὶν ἀληθῆ, ἴσως μὲν καὶ Ἀραφηνίων[*](ἈραφηνίωνPalmer: ρἁφηνίων(sic).) καὶ πολλοὶ τῶν τότε συγγεωργούντων μαρτυρήσειαν[*](μαρτυρήσειανScheibe: -αιεν.) ἄν μοι, διαρρήδην δὲ περὶ τηλικούτου πράγματος οὐκ ἂν ἔχοιμι ὅπως ὑμῖν παρασχοίμην. καὶ γὰρ αὐτὸν τυπτόμενον ἰδὼν Ἱεροκλῆς, ὁ τὸ γραμματεῖον φάσκων παρʼ ἑαυτῷ τεθῆναι, οἶδʼ ὅτι οὐκ ἂν ἐθελήσειε[*](ἐθελήσειεDobree: -ση.) μαρτυρῆσαι ἐναντία ταῖς διαθήκαις αἷς αὐτὸς ἀποφαίνει. ὅμως μέντοι καὶ κάλει Ἱεροκλέα, ἵνα ἐναντίον τούτων μαρτυρήσῃ ἢ ἐξομόσηται.

Ἐξωμοσία[*](ἐξωμοσίαBaiter-Sauppe: μαρτυρία.)

ἀκριβῶς μὲν ᾔδειν· τοῦ γὰρ αὐτοῦ ἀνδρός ἐστιν, ἃ μὲν οἶδεν, ἐξόμνυσθαι, τῶν δὲ μὴ γενομένων πίστιν ἐθέλειν ἐπιθεῖναι ἦ μὴν εἰδέναι γενόμενα· ὡς δέ, ὅτε ἀπέθνησκεν [ὁ] Εὐθυκράτης ὁ πατὴρ Ἀστυφίλου, ἐπέσκηψε τοῖς οἰκείοις μηδένα ποτὲ ἐᾶσαι[*](ἐᾶσαιBaiter: ἐάσειν.) ἐλθεῖν τῶν Θουδίππου ἐπὶ τὸ μνῆμα τὸ ἑαυτοῦ, τούτων ὑμῖν τὸν[*](τὸνBuermann: τὴν.) ἔχοντα τὴν τηθίδα τοῦ Ἀστυφίλου μάρτυρα[*](μάρτυραStephanus: μαρτυρίαν.) παρέξομαι.