On The Estate of Ciron

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

καὶ τὰ μὲν γεγενημένα, καὶ διʼ ἃ τὰ πράγματα ταῦτʼ ἔχομεν, σχεδόν τι ταῦτʼ ἐστίν, ὦ ἄνδρες· εἰ δὲ εἰδείητε τὴν Διοκλέους ἀναισχυντίαν, καὶ περὶ τὰ ἄλλα οἷός ἐστιν, οὐκ ἂν ἀπιστήσαιτε[*](ἀπιστήσαιτεReiske: ἀπιστῆσαί τις.) τῶν εἰρημένων οὐδενί. οὗτος μὲν γὰρ ἔχει[*](ἔχειBaiter: εἶχε.) τὴν οὐσίαν, ἀφʼ ἧς νῦν ἐστι λαμπρός, ἀλλοτρίαν, ἀδελφῶν τριῶν ὁμομητρίων ἐπικλήρων καταλειφθεισῶν αὑτὸν τῷ πατρὶ αὐτῶν εἰσποιήσας, οὐδεμίαν ἐκείνου περὶ τούτων ποιησαμένου διαθήκην.

τοῖν δʼ ἀδελφαῖν τοῖν[*](τοῖν . . . τοῖνNaber: ταῖν . . . ταῖν.) δυοῖν ἐπειδὴ τὰ χρήματα εἰσεπράττετο ὑπὸ τῶν ἐκείναις συνοικούντων, τὸν μὲν τὴν πρεσβυτέραν ἔχοντα κατοικοδομήσας καὶ ἐπιβουλεύσας ἠτίμωσε, καὶ γραφὴν ὕβρεως γραφεὶς οὐδέπω τούτων δίκην δέδωκε,[*](δέδωκεSauppe: ἔδωκε.) τῆς δὲ μετʼ ἐκείνην γενομένης τὸν ἄνδρα ἀποκτεῖναι κελεύσας οἰκέτην ἐκεῖνον μὲν ἐξέπεμψε, τὴν δʼ αἰτίαν εἰς τὴν ἀδελφὴν ἔτρεψε,

καταπλήξας δὲ ταῖς αὑτοῦ βδελυρίαις προσαφῄρηται τὸν ὑὸν αὐτῆς[*](αὐτῆςRauchenstein: οῦ.) τὴν οὐσίαν ἐπιτροπεύσας, καὶ κατέχει τὸν ἀγρόν, φελλέα [χωρία ἄττα] δὲ ἐκείνῳ δέδωκε. καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, δεδίασι μὲν αὐτόν, ἴσως δʼ ἄν μοι καὶ μαρτυρῆσαι ἐθελήσειαν· εἰ δὲ μή, τοὺς εἰδότας παρέξομαι μάρτυρας. καί μοι κάλει δεῦρο αὐτοὺς πρῶτον.

Μάρτυρες

οὕτω τοίνυν ἀσελγὴς ὢν καὶ βίαιος καὶ τὴν τῶν ἀδελφῶν οὐσίαν ἀπεστερηκὼς οὐκ ἀγαπᾷ τὰ ἐκείνων ἔχων, ἀλλʼ ὅτι δίκην οὐδεμίαν αὐτῶν δέδωκεν, ἥκει καὶ τὰ τοῦ πάππου χρήματα ἡμᾶς ἀποστερήσων, καὶ τούτῳ δύο μνᾶς (ὡς ἀκούομεν) μόνας δεδωκὼς οὐ μόνον περὶ χρημάτων ἡμᾶς ἀλλὰ καὶ περὶ τῆς πατρίδος εἰς κινδύνους καθίστησιν. ἐὰν γὰρ ἐξαπατηθῆτε ὑμεῖς πεισθέντες ὡς ἡ μήτηρ ἡμῶν οὐκ ἦν πολῖτις, οὐδʼ ἡμεῖς ἐσμεν· μετʼ Εὐκλείδην γὰρ ἄρχοντα γεγόναμεν. ἆρα περὶ μικρῶν τινῶν ἡμῖν τὸν ἀγῶνα κατεσκεύακε; καὶ ζῶντος μὲν τοῦ πάππου καὶ τοῦ πατρὸς οὐδεμίαν αἰτίαν εἴχομεν, ἀλλʼ ἀναμφισβήτητοι τὸν ἅπαντα χρόνον διετελέσαμεν·

ἐπειδὴ δʼ ἐκεῖνοι τετελευτήκασι, κἂν νῦν νικήσωμεν, ὄνειδος ἕξομεν, διότι ἠμφισβητήθημεν, διὰ τὸν Ὀρέστην τοῦτον τὸν κακῶς ἀπολούμενον, ὃς μοιχὸς ληφθεὶς καὶ παθὼν ὅ τι προσήκει τοὺς τὰ τοιαῦτα ποιοῦντας οὐδʼ ὣς ἀπαλλάττεται τοῦ πράγματος, ὡς οἱ συνειδότες καταμαρτυροῦσι. τοῦτον μὲν οὖν, οἷός ἐστι, καὶ νῦν ἀκούετε καὶ αὖθις ἀκριβέστερον πεύσεσθε, ὅταν κατʼ αὐτοῦ τὴν δίκην ἡμεῖς εἰσίωμεν·

ὑμῶν δʼ ἐγὼ δέομαι καὶ ἱκετεύω, μή με περιίδητε περὶ τούτων ὑβρισθέντα τῶν χρημάτων ὧν ὁ πάππος κατέλιπε, μηδʼ ἀποστερηθέντα, ἀλλὰ βοηθήσατε καθʼ ὅσον ὑμῶν ἕκαστος τυγχάνει δυνάμενος. ἔχετε δὲ πίστεις ἱκανὰς ἐκ μαρτυριῶν, ἐκ βασάνων, ἐξ αὐτῶν τῶν νόμων, ὅτι τʼ ἐσμὲν 〈ἐκ〉[*](ἐκadd. Dobree.) θυγατρὸς γνησίας Κίρωνος, καὶ ὅτι προσήκει ἡμῖν μᾶλλον ἢ τούτοις κληρονομεῖν τῶν ἐκείνου χρημάτων, ἐκγόνοις οὖσι τοῦ πάππου.

μνησθέντες οὖν καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, καὶ τῶν λόγων οὓς εἰρήκαμεν, καὶ τῶν νόμων, ᾗ δίκαιόν ἐστι, ταύτῃ τὴν ψῆφον τίθεσθε.

οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. λαβὲ δʼ αὐτοῖς τὴν μαρτυρίαν τὴν λοιπήν, ὡς ἐλήφθη μοιχός, καὶ ἀνάγνωθι.

〈Μαρτυρία〉