On The Estate of Ciron
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
οὐ τοίνυν ἐκ τούτου μόνον, ἀλλὰ καὶ ἐκ τοῦ περὶ τῆς κακώσεως νόμου δῆλόν ἐστιν. εἰ γὰρ ἔζη μὲν ὁ πάππος, ἐνδεὴς δὲ ἦν τῶν ἐπιτηδείων, οὐκ ἂν οὗτος ὑπόδικος[*](ὑπόδικοςScaliger: ἐπίδικος.) ἦν τῆς κακώσεως ἀλλʼ ἡμεῖς. κελεύει γὰρ τρέφειν τοὺς γονέας· γονεῖς δʼ εἰσὶ μήτηρ καὶ πατὴρ καὶ πάππος καὶ τήθη καὶ τούτων μήτηρ καὶ πατήρ, ἐὰν ἔτι ζῶσιν· ἐκεῖνοι γὰρ ἀρχὴ τοῦ γένους εἰσί, καὶ τὰ ἐκείνων παραδίδοται τοῖς ἐκγόνοις[*](ἐκγόνοιςBaiter-Sauppe: ἐγγόνοις.) · διόπερ ἀνάγκη τρέφειν αὐτούς ἐστι, κἂν μηδὲν καταλίπωσι. πῶς οὖν δίκαιόν ἐστιν, ἐὰν μὲν μηδὲν καταλίπωσιν, ἡμᾶς ὑποδίκους εἶναι τῆς κακώσεως, ἢν μὴ τρέφωμεν, εἰ δέ τι καταλελοίπασι, τόνδʼ εἶναι κληρονόμον ἀλλὰ μὴ ἡμᾶς; οὐδαμῶς δήπουθεν.