On The Estate of Ciron
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
οὗτος δʼ ὁ νῦν ὑμᾶς ἀξιώσων τοῖς αὑτοῦ μάρτυσι πιστεύειν ἔφυγε τὴν βάσανον. καίτοι εἰ φανήσεται ταῦτα ποιῆσαι μὴ θελήσας, τί ὑπολείπεται τοῖς ἐκείνου μάρτυσιν ἢ δοκεῖν νυνὶ τὰ ψευδῆ μαρτυρεῖν, τούτου τηλικοῦτον ἔλεγχον πεφευγότος; ἐγὼ μὲν οἶμαι οὐδέν. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβέ μοι πρῶτον ταύτην τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.
Μαρτυρία
ὑμεῖς μὲν τοίνυν καὶ ἰδίᾳ καὶ δημοσίᾳ βάσανον ἀκριβέστατον ἔλεγχον νομίζετε· καὶ ὁπόταν δοῦλοι καὶ ἐλεύθεροι παραγένωνται καὶ δέῃ εὑρεθῆναί τι τῶν ζητουμένων, οὐ χρῆσθε ταῖς τῶν ἐλευθέρων μαρτυρίαις, ἀλλὰ τοὺς δούλους βασανίζοντες, οὕτω ζητεῖτε εὑρεῖν τὴν ἀλήθειαν τῶν γεγενημένων. εἰκότως, ὦ ἄνδρες· σύνιστε γὰρ ὅτι τῶν μὲν μαρτυρησάντων ἤδη τινὲς ἔδοξαν οὐ τἀληθῆ μαρτυρῆσαι, τῶν δὲ βασανισθέντων οὐδένες πώποτε ἐξηλέγχθησαν ὡς οὐκ ἀληθῆ ἐκ τῶν βασάνων εἰπόντες.