On The Estate of Ciron

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

Ὑπόθεσις

Κίρωνος ἄπαιδος γνησίων τελευτήσαντος παίδων ἀδελφιδοῦς τις αὐτοῦ κατὰ πατέρα ἀντιποιηθεὶς τοῦ κλήρου παρέλαβε τὴν οὐσίαν αὐτοῦ παρὰ τῆς γυναικός· καὶ μετὰ ταῦτα ὁ λέγων τὸν λόγον γράφεται τὸν ἀδελφιδοῦν, φάσκων θυγατριδοῦς εἶναι Κίρωνος, καὶ ὅτι ἡ γυνὴ τοῦ τετελευτηκότος ἑκοῦσα προέδωκε τὸν κλῆρον τῷ ἀδελφιδῷ, ἵνα μέρος δοῦσα αὐτῷ τὰ λοιπὰ κερδάνῃ. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ στάσις δὲ στοχασμός· ζητεῖται γὰρ εἴτε θυγατριδοῦς ἐστιν οὗτος τοῦ Κίρωνος γνήσιος εἴτε οὔ. ἐπιπλέκεται δʼ αὐτῷ καὶ ἡ κατὰ ποιότητα ζήτησις. ὁ γὰρ ἀδελφιδοῦς ἠγωνίζετο, λέγων ὅτι εἰ καὶ δῶμεν ἐκείνην γνησίαν εἶναι θυγατέρα Κίρωνος, ἐπειδὴ ἐτελεύτησεν ἐκείνη, ὁ δʼ υἱὸς αὐτῆς ἀμφισβητεῖ νῦν, προτιμητέος ἐστὶν ὁ κατὰ πατέρα ἀδελφιδοῦς τοῦ ἀπὸ θυγατρὸς ἐκγόνου, κατὰ τὸν νόμον ἐκεῖνον, τὸν κελεύοντα προτιμᾶσθαι τοὺς ἀπὸ τῶν ἀρρένων τῶν ἀπὸ τῶν θηλειῶν. οὗτος γὰρ τεχνικώτατα πάνυ σιωπήσας τοῦτον τὸν νόμον, ἐκ τῆς τῶν τεκόντων διαφορᾶς ἀγωνίζεται, δεικνὺς ὅτι ὅσον θυγάτηρ ἀδελφοῦ οἰκειοτέρα τοῖς τελευτῶσι, τοσοῦτον ἔκγονος ἀδελφιδοῦ διαφέρει. ἔρρωται οὖν ἐνταῦθα τῷ δικαίῳ καὶ ἀσθενεῖ τῷ νομίμῳ· τὴν δὲ ἐργασίαν τῶν κεφαλαίων κατὰ τὴν οἰκείαν πάλιν ἐργάζεται δύναμιν.

ἐπὶ τοῖς τοιούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστὶ χαλεπῶς φέρειν, ὅταν τινὲς μὴ μόνον τῶν ἀλλοτρίων ἀμφισβητεῖν τολμῶσιν, ἀλλὰ καὶ τὰ ἐκ τῶν νόμων δίκαια τοῖς σφετέροις αὐτῶν λόγοις ἀφανιεῖν[*](ἀφανιεῖνBaiter: ἀφανίζειν.) ἐλπίζωσιν· ὅπερ καὶ νῦν οὗτοι ποιεῖν ἐγχειροῦσι. τοῦ γὰρ ἡμετέρου πάππου Κίρωνος οὐκ ἄπαιδος τελευτήσαντος, ἀλλʼ ἡμᾶς ἐκ θυγατρὸς αὑτοῦ γνησίας παῖδας αὑτῷ καταλελοιπότος, οὗτοί τοῦ τε[*](τοῦ τεReiske: τε τοῦ.) κλήρου λαγχάνουσιν ὡς ἐγγυτάτω γένους ὄντες, ἡμᾶς τε ὑβρίζουσιν ὡς οὐκ ἐξ ἐκείνου θυγατρὸς ὄντας, οὐδὲ[*](οὐδὲReiske: οὔτε.) γενομένης αὐτῷ πώποτε τὸ παράπαν.

αἴτιον δὲ τοῦ ταῦτα ποιεῖν αὐτούς ἐστιν ἡ τούτων πλεονεξία 〈καὶ〉[*](καὶadd. Reiske.) τὸ πλῆθος τῶν χρημάτων ὧν Κίρων μὲν καταλέλοιπεν, οὗτοι δʼ ἔχουσι βιασάμενοι καὶ κρατοῦσι· καὶ τολμῶσιν ἅμα μὲν λέγειν ὡς οὐδὲν καταλέλοιπεν ἐκεῖνος, ἅμα δὲ ποιεῖσθαι τοῦ κλήρου τὴν ἀμφισβήτησιν.

τὴν μὲν οὖν κρίσιν οὐ δεῖ μοι νομίζειν εἶναι ταύτην πρὸς τὸν εἰληχότα τοῦ κλήρου τὴν δίκην, ἀλλὰ πρὸς Διοκλέα τὸν Φλυέα, τὸν Ὀρέστην ἐπικαλούμενον· οὗτος γάρ ἐστιν ὁ τοῦτον παρασκευάσας πράγμαθʼ ἡμῖν παρέχειν, ἀποστερῶν τὰ χρήματα ἃ Κίρων ὁ πάππος ἀποθνῄσκων κατέλιπεν, ἡμῖν δὲ τούτους τοὺς κινδύνους ἐπάγων, ἵνα μηδὲν ἀποδιδῷ τούτων, ἐὰν ὑμεῖς ἐξαπατηθῆτε πεισθέντες ὑπὸ τῶν τούτου λόγων.

δεῖ δὴ τούτων τοιαῦτα μηχανωμένων πάνθʼ ὑμᾶς τὰ πεπραγμένα μαθεῖν, ἵνα μηδὲν ἀγνοήσαντες τῶν γεγενημένων ἀλλὰ σαφῶς εἰδότες περὶ αὐτῶν, οὕτως ἐνέγκητε[*](ἐνέγκητεAldus: -οιτε.) τὴν ψῆφον. εἴ τινι οὖν καὶ ἄλλῃ πώποτε δίκῃ προσέσχετε[*](προσέσχετεAldus: -έχετε.) ἀκριβῶς τὸν νοῦν, δέομαι ὑμῶν καὶ ταύτῃ προσέχειν ὁμοίως, ὥσπερ καὶ τὸ δίκαιόν ἐστι. πολλῶν δὲ δικῶν ἐν τῇ πόλει γενομένων, οὐδένες ἀναιδέστερον τούτων οὐδὲ καταφανέστερον ἀντιποιησάμενοι φανήσονται τῶν ἀλλοτρίων.

ἔστι μὲν οὖν χαλεπόν, ὦ ἄνδρες, πρὸς παρασκευὰς λόγων καὶ μάρτυρας οὐ τἀληθῆ μαρτυροῦντας εἰς ἀγῶνα καθίστασθαι περὶ τηλικούτων, παντάπασιν ἀπείρως ἔχοντα δικαστηρίων· οὐ μὴν ἀλλὰ πολλὰς ἐλπίδας ἔχω καὶ παρʼ ὑμῶν τεύξεσθαι τῶν δικαίων καὶ μέχρι γε τοῦ τὰ δίκαια εἰπεῖν καὶ αὐτὸς ἀρκούντως ἐρεῖν, ἂν μή τι συμβῇ τοιοῦτον ὃ νῦν ὑπʼ ἐμοῦ τυγχάνει προσδοκώμενον. δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες, μετʼ εὐνοίας τέ μου ἀκοῦσαι, κἂν ἠδικῆσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια.

πρῶτον μὲν οὖν, ὡς ἦν ἡ μήτηρ ἡ ʼμὴ Κίρωνος θυγάτηρ γνησία, ἐπιδείξω τοῦτο ὑμῖν, τὰ μὲν πάλαι[*](πάλαιStephanus: παλαιὰ.) γεγενημένα λόγων ἀκοῇ καὶ μαρτύρων, τὰ δʼ ὥστε καὶ μνημονεύεσθαι, τοῖς εἰδόσι χρώμενος μάρτυσιν, ἔτι δὲ τεκμηρίοις ἃ κρείττω τῶν μαρτυριῶν ἐστιν· ἐπειδὰν δὲ ταῦτα φανερὰ καταστήσω, τόθʼ ὡς καὶ κληρονομεῖν μᾶλλον ἡμῖν ἢ τούτοις[*](τούτοιςScheibe: τοῦτον.) προσήκει τῶν Κίρωνος χρημάτων. ὅθεν οὖν ἤρξαντο περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς κἀγὼ πειράσομαι διδάσκειν.

ὁ γὰρ πάππος ὁ ἐμός, ὦ ἄνδρες, Κίρων ἔγημε τὴν ἐμὴν τήθην οὖσαν ἀνεψιάν, ἐξ ἀδελφῆς τῆς αὑτοῦ μητρὸς αὐτὴν γεγενημένην. ἐκείνη μὲν οὖν συνοικήσασα οὐ πολὺν χρόνον, τεκοῦσα αὐτῷ τὴν ἐμὴν μητέρα, μετὰ ἐνιαυτοὺς τέτταρας[*](τέτταρας (i.e. δ́)Dobree: τριάκοντα (i.e. λ́).) τὸν βίον ἐτελεύτησεν· ὁ δὲ πάππος μιᾶς μόνης οὔσης αὐτῷ θυγατρὸς λαμβάνει πάλιν τὴν Διοκλέους ἀδελφήν, ἐξ ἧς αὐτῷ ἐγιγνέσθην[*](ἐγιγνέσθηνM, Scheibe: γιγνέσθην.) ὑεῖς δύο. καὶ ἐκείνην τε ἔτρεφε παρὰ τῇ γυναικὶ καὶ μετὰ τῶν ἐξ ἐκείνης παίδων,

ἐκείνων τε ἔτι ζώντων, ἐπεὶ συνοικεῖν εἶχεν ἡλικίαν, ἐκδίδωσιν αὐτὴν Ναυσιμένει Χολαργεῖ, σὺν ἱματίοις καὶ χρυσίοις πέντε καὶ εἴκοσι μνᾶς ἐπιδούς. κἀκεῖνος μὲν τρισὶν ἢ τέτταρσιν ἔτεσι μετὰ ταῦτα καμὼν[*](καμὼνBoekmeijer: κάμνων.) ἀποθνῄσκει, πρὶν αὐτῷ γενέσθαι παῖδας ἐκ τῆς ἡμετέρας μητρός· ὁ δὲ πάππος κομισάμενος αὐτήν, καὶ τὴν προῖκα οὐκ ἀπολαβὼν ὅσην ἔδωκε διὰ τὴν Ναυσιμένους ἀπορίαν τῶν πραγμάτων, πάλιν ἐκδίδωσι τῷ ἐμῷ πατρὶ καὶ χιλίας δραχμὰς προῖκʼ ἐπιδίδωσι.[*](ἐπιδίδωσιReiske: ἀποδ-.)

ταυτὶ δὴ πάντα πρὸς τὰς αἰτίας, ἃς νῦν οὗτοι λέγουσι, πῶς ἄν τις δείξειε γεγενημένα φανερῶς; ἐγὼ ζητῶν ἐξεῦρον. ἀνάγκη τὴν ἐμὴν μητέρα, εἴτε θυγάτηρ ἦν Κίρωνος εἴτε μή, καὶ εἰ παρʼ ἐκείνῳ διῃτᾶτο ἢ οὔ, καὶ γάμους εἰ διττοὺς ὑπὲρ ταύτης εἱστίασεν ἢ μή, καὶ προῖκα ἥντινα ἑκάτερος ἐπʼ αὐτῇ τῶν γημάντων ἔλαβε, πάντα ταῦτα εἰδέναι τοὺς οἰκέτας καὶ τὰς θεραπαίνας ἃς ἐκεῖνος ἐκέκτητο.

βουλόμενος οὖν πρὸς τοῖς ὑπάρχουσι μάρτυσιν ἔλεγχον ἐκ βασάνων ποιήσασθαι περὶ αὐτῶν, ἵνα μᾶλλον αὐτοῖς πιστεύητε μὴ μέλλουσι δώσειν ἔλεγχον ἀλλʼ ἤδη δεδωκόσι περὶ ὧν μαρτυροῦσι, τούτους ἠξίουν ἐκδοῦναι τὰς θεραπαίνας καὶ τοὺς οἰκέτας περί τε τούτων καὶ περὶ τῶν ἄλλων ἁπάντων ὅσα τυγχάνουσι συνειδότες.

οὗτος δʼ ὁ νῦν ὑμᾶς ἀξιώσων τοῖς αὑτοῦ μάρτυσι πιστεύειν ἔφυγε τὴν βάσανον. καίτοι εἰ φανήσεται ταῦτα ποιῆσαι μὴ θελήσας, τί ὑπολείπεται τοῖς ἐκείνου μάρτυσιν ἢ δοκεῖν νυνὶ τὰ ψευδῆ μαρτυρεῖν, τούτου τηλικοῦτον ἔλεγχον πεφευγότος; ἐγὼ μὲν οἶμαι οὐδέν. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβέ μοι πρῶτον ταύτην τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.

Μαρτυρία

ὑμεῖς μὲν τοίνυν καὶ ἰδίᾳ καὶ δημοσίᾳ βάσανον ἀκριβέστατον ἔλεγχον νομίζετε· καὶ ὁπόταν δοῦλοι καὶ ἐλεύθεροι παραγένωνται καὶ δέῃ εὑρεθῆναί τι τῶν ζητουμένων, οὐ χρῆσθε ταῖς τῶν ἐλευθέρων μαρτυρίαις, ἀλλὰ τοὺς δούλους βασανίζοντες, οὕτω ζητεῖτε εὑρεῖν τὴν ἀλήθειαν τῶν γεγενημένων. εἰκότως, ὦ ἄνδρες· σύνιστε γὰρ ὅτι τῶν μὲν μαρτυρησάντων ἤδη τινὲς ἔδοξαν οὐ τἀληθῆ μαρτυρῆσαι, τῶν δὲ βασανισθέντων οὐδένες πώποτε ἐξηλέγχθησαν ὡς οὐκ ἀληθῆ ἐκ τῶν βασάνων εἰπόντες.

οὗτος δʼ ὁ πάντων ἀναισχυντότατος ἀνθρώπων λόγοις πεπλασμένοις καὶ μάρτυσιν οὐ τἀληθῆ μαρτυροῦσιν ἀξιώσει πιστεύειν ὑμᾶς, φεύγων οὕτως ἀκριβεῖς ἐλέγχους; ἀλλʼ οὐχ ἡμεῖς, ἀλλὰ πρότερον ὑπὲρ τῶν μαρτυρηθήσεσθαι μελλόντων ἀξιώσαντες εἰς βασάνους ἐλθεῖν, τούτου δὲ φεύγοντος,[*](τούτου δὲ φεύγοντοςVoightlaender: τούτους δὲ φεύγοντας.) οὕτως οἰησόμεθα δεῖν ὑμᾶς τοῖς ἡμετέροις μάρτυσι πιστεύειν. λαβὲ οὖν αὐτοῖς ταυτασὶ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.

Μαρτυρίαι

τίνας εἰκὸς εἰδέναι τὰ παλαιά; δῆλον ὅτι τοὺς χρωμένους τῷ πάππῳ. μεμαρτυρήκασι τοίνυν ἀκοὴν οὗτοι. τίνας εἰδέναι τὰ περὶ τὴν ἔκδοσιν τῆς μητρὸς ἀνάγκη; τοὺς ἐγγυησαμένους καὶ τοὺς ἐκείνοις παρόντας ὅτε ἠγγυῶντο. μεμαρτυρήκασι τοίνυν οἵ τε Ναυσιμένους προσήκοντες καὶ οἱ τοῦ ἐμοῦ πατρός. τίνες δὲ οἱ τρεφομένην ἔνδον[*](ἔνδονReiske: εἶδον.) καὶ θυγατέρα οὖσαν εἰδότες γνησίαν Κίρωνος; οἱ νῦν ἀμφισβητοῦντες ἔργῳ φανερῶς μαρτυροῦσιν ὅτι ταῦτʼ ἐστὶν ἀληθῆ, φεύγοντες τὴν βάσανον. ὥστε οὐ δήπου τοῖς ἡμετέροις ἂν ἀπιστήσαιτε[*](ἀπιστήσαιτεReiske: -ητε.) εἰκότως, ἀλλὰ πολὺ μᾶλλον τοῖς τούτων μάρτυσιν.

ἡμεῖς τοίνυν καὶ ἄλλα τεκμήρια πρὸς τούτοις ἔχομεν εἰπεῖν, [ἵνα γνώσεσθε] ὅτι ἐκ θυγατρὸς ἡμεῖς Κίρωνός ἐσμεν. οἷα γὰρ εἰκὸς παίδων ὄντων[*](ὄντωνSauppe: υἱέων.) ἐξ ἑαυτοῦ θυγατρός, οὐδεπώποτε θυσίαν ἄνευ ἡμῶν οὐδεμίαν ἐποίησεν, ἀλλʼ εἴ τε μικρὰ εἴ τε μεγάλα θύοι, πανταχοῦ παρῆμεν ἡμεῖς καὶ συνεθύομεν. καὶ οὐ μόνον εἰς τὰ τοιαῦτα παρεκαλούμεθα, ἀλλὰ καὶ εἰς Διονύσια εἰς ἀγρὸν ἦγεν ἀεὶ ἡμᾶς,

καὶ μετʼ ἐκείνου τε ἐθεωροῦμεν καθήμενοι παρʼ αὐτόν, καὶ τὰς ἑορτὰς ἤγομεν παρʼ ἐκεῖνον πάσας· τῷ Διί τε θύων τῷ Κτησίῳ, περὶ ἣν μάλιστʼ ἐκεῖνος θυσίαν ἐσπούδαζε καὶ οὔτε δούλους προσῆγεν οὔτε ἐλευθέρους ὀθνείους, ἀλλʼ αὐτὸς διʼ ἑαυτοῦ πάντʼ ἐποίει, ταύτης ἡμεῖς ἐκοινωνοῦμεν καὶ τὰ ἱερὰ συνεχειρουργοῦμεν καὶ συνεπετίθεμεν[*](συνεπετίθεμενScheibe: συνετ-.) καὶ τἆλλα συνεποιοῦμεν, καὶ ηὔχετο ἡμῖν ὑγίειαν διδόναι καὶ κτῆσιν ἀγαθήν, ὥσπερ εἰκὸς ὄντα πάππον.

καίτοι εἰ μὴ θυγατριδοῦς ἡμᾶς ἐνόμιζεν εἶναι καὶ μόνους ἐκγόνους ἑώρα λοιποὺς καταλελειμμένους αὑτῷ, οὐκ ἄν ποτε ἐποίει τούτων οὐδέν, ἀλλὰ τόνδʼ ἂν αὑτῷ παρίστατο, ὃς ἀδελφιδοῦς αὐτοῦ νῦν εἶναι φησί. καὶ ταῦθʼ ὅτι ἀληθῆ πάντʼ ἐστίν, ἀκριβέστατα μὲν οἱ τοῦ πάππου θεράποντες ἴσασιν, οὓς οὗτος[*](οὖτοςDobree: αὐτὸς.) παραδοῦναι εἰς βάσανον οὐκ ἠθέλησεν, ἴσασι δὲ περιφανέστατα καὶ τῶν ἐκείνῳ χρωμένων τινές, οὓς παρέξομαι μάρτυρας. καί μοι λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.

Μαρτυρίαι

οὐ τοίνυν ἐκ τούτων δῆλόν ἐστι μόνον ὅτι ἦν ἡμῶν ἡ μήτηρ θυγάτηρ γνησία Κίρωνος, ἀλλὰ καὶ ἐξ ὧν ὁ πατὴρ ἡμῶν ἔπραξε καὶ ἐξ ὧν αἱ γυναῖκες αἱ τῶν δημοτῶν περὶ αὐτῆς ἐγίγνωσκον. ὅτε γὰρ ὁ πατὴρ αὐτὴν ἐλάμβανε, γάμους εἱστίασε καὶ ἐκάλεσε τρεῖς αὑτοῦ φίλους μετὰ τῶν αὑτοῦ προσηκόντων, τοῖς τε φράτορσι γαμηλίαν εἰσήνεγκε κατὰ τοὺς ἐκείνων νόμους.

αἵ τε γυναῖκες αἱ τῶν δημοτῶν μετὰ ταῦτα προὔκριναν αὐτὴν μετὰ τῆς Διοκλέους γυναικὸς τοῦ Πιθέως[*](ΠιθέωςMeursius: πίτεως.) ἄρχειν εἰς τὰ Θεσμοφόρια καὶ ποιεῖν τὰ νομιζόμενα μετʼ ἐκείνης. ὅ τε πατὴρ ἡμῶν, ἐπειδὴ ἐγενόμεθα, εἰς τοὺς φράτορας ἡμᾶς εἰσήγαγεν, ὀμόσας κατὰ τοὺς νόμους τοὺς κειμένους ἦ μὴν ἐξ ἀστῆς καὶ ἐγγυητῆς γυναικὸς εἰσάγειν· τῶν δὲ φρατόρων οὐδεὶς ἀντεῖπεν οὐδʼ ἠμφισβήτησε μὴ οὐκ ἀληθῆ ταῦτʼ εἶναι, πολλῶν ὄντων καὶ ἀκριβῶς τὰ τοιαῦτα σκοπουμένων.