On The Estate of Apollodorus
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
ἔχειν μὲν τοῦ τῆς γυναικὸς ἀδελφοῦ τιμὴν τοῦ ἡμικληρίου πένθʼ ἡμιτάλαντα, λαβεῖν δὲ καὶ τόνδε τὸν κλῆρον ἑτέρων ταῖς ἀγχιστείαις προτέρων αὐτοῦ τῆς γυναικὸς ὄντων, οὔτʼ ἐκείνῳ παῖδα εἰσπεποιηκὼς ἀλλὰ τὸν οἶκον ἐξηρημωκώς, οὔτε[*](οὔτεBekker: οὐδὲ.) τούτῳ ἂν εἰσποιήσας, ἀλλʼ ὁμοίως ἂν καὶ τοῦτον ἐξερημώσας, καὶ ἔχθρας μὲν τηλικαύτης ὑπαρχούσης αὐτοῖς, διαλλαγῆς δὲ οὐδεμιᾶς πώποτε ὕστερον γενομένης.
ταῦτα χρὴ σκοπεῖν, ὦ ἄνδρες, κἀκεῖνο ἐνθυμεῖσθαι, ὅτι ἐγὼ μὲν ἀδελφιδοῦς αὐτῷ, ἡ δὲ ἀνεψιὰ τοῦ τελευτήσαντος, καὶ ὅτι ἡ μὲν δύʼ ἔχειν ἀξιοῖ κλήρους, ἐγὼ δὲ τοῦτον μόνον εἰς ὅνπερ εἰσεποιήθην, καὶ ὅτι αὕτη μὲν οὐκ εὔνους τῷ καταλιπόντι τὸν κλῆρον, ἐγὼ δὲ καὶ ὁ ἐμὸς πάππος εὐεργέται γεγόναμεν αὐτοῦ. ταῦτα πάντα σκεψάμενοι καὶ διαλογιζόμενοι πρὸς ὑμᾶς αὐτοὺς τίθεσθε τὴν ψῆφον ᾗ δίκαιόν ἐστι.
οὐκ οἶδʼ ὅτι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.