On The Estate of Apollodorus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

κἀκ τούτων τίνα λῃτουργίαν οὐκ ἐξελῃτούργησεν; ἢ τίνα εἰσφορὰν οὐκ ἐν πρώτοις εἰσήνεγκεν; ἢ τί παραλέλοιπεν ὧν προσῆκεν; ὅς γε καὶ παιδικῷ χορῷ χορηγῶν ἐνίκησεν, ὧν μνημεῖα τῆς ἐκείνου φιλοτιμίας ὁ τρίπους ἐκεῖνος ἕστηκε. καίτοι τί χρὴ τὸν μέτριον πολίτην; οὐχ οὗ μὲν ἕτεροι τὰ μὴ προσήκοντʼ ἐβιάζοντο λαμβάνειν, τούτων μηδὲν ποιεῖν, τὰ δʼ ἑαυτοῦ πειρᾶσθαι σώζειν; οὗ δʼ ἡ πόλις δεῖται χρημάτων, ἐν πρώτοις εἰσφέρειν καὶ μηδὲν ἀποκρύπτεσθαι τῶν ὄντων;

ἐκεῖνος τοίνυν τοιοῦτος ἦν· ἀνθʼ ὧν δικαίως ἂν αὐτῷ ταύτην τὴν χάριν ἀποδοίητε, τὴν ἐκείνου γνώμην περὶ τῶν αὑτοῦ κυρίαν εἶναι ποιήσαντες. καὶ μὴν καὶ ἐμέ γε, ὅσα κατὰ τὴν ἐμὴν ἡλικίαν, εὑρήσετε οὐ κακὸν οὐδὲ ἄχρηστον. ἐστράτευμαι τὰς στρατείας[*](τὰς στρατείαςScaliger: ταῖς στρατείαις.) τῇ πόλει, τὰ προσταττόμενα ποιῶ· τοῦτο γὰρ τῶν τηλικούτων ἔργον ἐστί.