On The Estate of Apollodorus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

καίτοι εἰ καὶ συγγενὴς καὶ φίλος καὶ εὐεργέτης καὶ φιλότιμος καὶ δεδοκιμασμένος ὑπῆρχον τοιοῦτος εἶναι, τίς 〈ἂν〉[*](ἂνadd. Bekker.) ἀμφισβητήσειε μὴ οὐκ ἀνδρὸς εὖ φρονοῦντος εἶναι ταύτην τὴν ποίησιν; ἐγὼ τοίνυν ἕν γε τῶν ὑπʼ ἐκείνου δοκιμασθέντων ἤδη πεποίηκα· γεγυμνασιάρχηκα γὰρ εἰς Προμήθεια[*](ΠρομήθειαMeursius: προμήθειαν.) τοῦδε τοῦ ἐνιαυτοῦ φιλοτίμως, ὡς οἱ φυλέται πάντες ἴσασιν. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.

Μάρτυρες

τὰ μὲν ἡμέτερα δίκαια, καθʼ ἃ προσηκόντως ἔχειν φαμὲν τὸν κλῆρον, ταῦτʼ ἐστίν, ὦ ἄνδρες· δεόμεθα δʼ ὑμῶν βοηθεῖν ἡμῖν καὶ ἕνεκα Ἀπολλοδώρου καὶ ἕνεκα τοῦ ἐκείνου πατρός· οὐ γὰρ ἀχρήστους αὐτοὺς εὑρήσετε πολίτας, ἀλλʼ ὡς οἷόν τʼ εἰς τὰ ὑμέτερα προθυμοτάτους.[*](προθυμοτάτουςStephanus: -τέρους.)