On The Estate of Apollodorus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

κἀκεῖνοι ταῦτα ἀκούσαντες, τούτων ἐν ἀρχαιρεσίαις κατηγορούντων καὶ λεγόντων ὡς οὐκ ἐποιήσατό με ὑόν, καὶ ἐξ ὧν ἤκουσαν καὶ ἐξ ὧν ᾔδεσαν, ὀμόσαντες καθʼ ἱερῶν ἐνέγραψάν με, καθάπερ ἐκεῖνος ἐκέλευε· τοσαύτη περιφάνεια τῆς ἐμῆς ποιήσεως ἐγένετο παρʼ αὐτοῖς. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.

Μάρτυρες

ἐπὶ μὲν τοσούτων μαρτύρων, ὦ ἄνδρες, γέγονεν ἡ ποίησις, ἔχθρας μὲν παλαιᾶς αὐτῷ πρὸς τούτους οὔσης, φιλίας δὲ πρὸς ἡμᾶς καὶ συγγενείας οὐ μικρᾶς ὑπαρχούσης. ὡς δʼ οὐδʼ εἰ μηδέτερον τούτων ὑπῆρχε, μήτε ἔχθρα πρὸς τούτους μήτε φιλία πρὸς ἡμᾶς, οὐκ ἄν ποτε Ἀπολλόδωρος ἐπὶ τούτοις τὸν κλῆρον τοῦτον κατέλιπεν, οἶμαι καὶ ταῦθʼ ὑμῖν ῥᾳδίως ἐπιδείξειν.

πάντες γὰρ οἱ τελευτήσειν μέλλοντες πρόνοιαν ποιοῦνται σφῶν αὐτῶν, ὅπως μὴ ἐξερημώσουσι τοὺς σφετέρους αὐτῶν οἴκους, ἀλλʼ ἔσται τις [καὶ] ὁ ἐναγιῶν καὶ πάντα τὰ νομιζόμενα αὐτοῖς ποιήσων· διὸ κἂν ἄπαιδες τελευτήσωσιν, ἀλλʼ οὖν ποιησάμενοι καταλείπουσι. καὶ οὐ μόνον ἰδίᾳ ταῦτα γιγνώσκουσιν, ἀλλὰ καὶ δημοσίᾳ τὸ κοινὸν τῆς πόλεως οὕτω ταῦτʼ ἔγνωκε· νόμῳ γὰρ τῷ ἄρχοντι τῶν οἴκων, ὅπως ἂν μὴ ἐξερημῶνται, προστάττει τὴν ἐπιμέλειαν.

ἐκείνῳ δὲ πρόδηλον ἦν ὅτι εἰ καταλείψει τὸν κλῆρον ἐπὶ τούτοις, ἔρημον ποιήσει τὸν οἶκον, τί προορῶντι; ταύτας τὰς ἀδελφὰς τὸν μὲν Ἀπολλοδώρου τοῦ ἀδελφοῦ κλῆρον ἐχούσας, ἐκείνῳ δʼ οὐκ εἰσποιούσας ὄντων αὐταῖς παίδων, καὶ τοὺς μὲν ἄνδρας αὐτῶν τὴν γῆν, ἣν ἐκεῖνος κατέλιπε, καὶ τὰ κτήματα πέντε ταλάντων πεπρακότας καὶ τὸ ἀργύριον διανειμαμένους, τὸν δὲ οἶκον αἰσχρῶς οὕτω καὶ δεινῶς ἐξηρημωμένον.

ὃς δὴ ταῦτʼ ᾔδει τὸν τούτων ἀδελφὸν πεπονθότα, πῶς ἂν προσεδόκησεν αὐτός, εἰ καὶ φίλος ἦν, τυχεῖν τῶν νομιζομένων ὑπʼ αὐτῶν, ἀνεψιὸς ὢν ἀλλʼ οὐκ ἀδελφὸς αὐταῖς; οὐκ ἐνῆν ἐλπίσαι δήπουθεν. ἀλλὰ μὴν ὅτι ἄπαιδα ἐκεῖνον περιεωράκασι καὶ τὰ χρήματα ἔχουσι καὶ οἶκον ἐκ τοῦ φανεροῦ τριηραρχοῦντα ἀνῃρήκασι, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας.

Μάρτυρες

εἰ τοίνυν καὶ τοιοῦτοι τὰς φύσεις περὶ ἀλλήλους εἰσὶ καὶ ἔχθραι πρὸς Ἀπολλόδωρον τὸν ἐμὲ ποιησάμενον ὑπῆρχον αὐτοῖς[*](αὐτοῖςReiske: αὐταῖς.) τηλικαῦται τὸ μέγεθος, τί βέλτιον ἂν ἔπραξεν ἢ ταῦτα βουλευσάμενος ἅπερ ἐποίησεν; εἰ νὴ Δία παιδίον ἐποιήσατο λαβὼν παρά του τῶν[*](παρά του τῶνReiske: παρὰ τούτων.) φίλων ὄντων, καὶ τούτῳ τὴν οὐσίαν ἔδωκεν; ἀλλὰ [καὶ] τοῦτʼ ἦν ἄδηλον καὶ τοῖς γεννήσασιν, εἴτε σπουδαῖον εἴτε μηδενὸς ἄξιον ἔμελλεν ἔσεσθαι, διὰ τὴν ἡλικίαν.