On The Estate of Apollodorus
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
πατρῴων μὲν οὖν καὶ ἀδελφοῦ χρημάτων τὸ ἴσον αὐτοῖς ὁ νόμος μετασχεῖν δίδωσιν· ἀνεψιοῦ δέ, καὶ εἴ τις ἔξω ταύτης τῆς συγγενείας ἐστίν, οὐκ ἴσον, ἀλλὰ προτέροις τοῖς ἄρρεσι τῶν θηλειῶν τὴν ἀγχιστείαν πεποίηκε. λέγει γάρ “κρατεῖν δὲ τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων, οἳ ἂν ἐκ τῶν αὐτῶν ὦσι, κἂν γένει ἀπωτέρω τυγχάνωσιν ὄντες.” ταύτῃ μὲν οὖν οὐδὲ[*](οὐδὲAldus: οὐδὲν.) μέρους λαχεῖν προσῆκε, Θρασυβούλῳ δὲ ἁπάντων, εἰ μὴ κυρίαν ἡγεῖτο εἶναι τὴν ἐμὴν εἰσποίησιν.
ἐκεῖνος τοίνυν οὔτε ἐξ ἀρχῆς ἠμφισβήτηκε πρὸς ἐμὲ οὐδὲν οὔτε νῦν δίκην εἴληχε περὶ αὐτῶν, ἀλλὰ ταῦτα πάντα καλῶς ἔχειν ὡμολόγηκεν· οἱ δʼ ὑπὲρ ταύτης πάντων ἀμφισβητεῖν τετολμήκασιν· εἰς τοῦτο ἀναιδείας ἐληλύθασι. λαβὲ δὴ αὐτοῖς τοὺς νόμους, παρʼ οὓς ταῦτα πεποιήκασι, καὶ ἀνάγνωθι.
Νόμος[*](νόμοςAldus: νόμοι.)
ἐνταῦθα μὲν ὁμοίως καὶ ἀδελφὴ καὶ ἀδελφιδοῦς ἰσόμοιροι κατὰ τὸν νόμον εἰσί. λαβὲ δὴ καὶ τοῦτον, καὶ ἀναγίγνωσκε αὐτοῖς.
〈Νόμος〉
ἐὰν μὴ ὦσιν ἀνεψιοὶ μηδὲ ἀνεψιῶν παῖδες, μηδὲ τοῦ πρὸς πατρὸς γένους[*](γένουςDobree: γενομένου.) ᾖ προσήκων μηδείς, τότε ἀπέδωκε τοῖς πρὸς μητρός, διορίσας οὓς δεῖ κρατεῖν. λαβὲ δὲ αὐτοῖς καὶ τοῦτον τὸν νόμον καὶ ἀνάγνωθι.
Νόμος
ταῦτα τῶν νόμων κελευόντων ὁ μὲν ἀνὴρ ὢν οὐδὲ μέρους[*](μέρουςDobree: τὸ μέρος.) εἴληχεν, οἱ δʼ ὑπὲρ ταύτης, τῆς γυναικός, ἁπάντων· οὕτω τὴν ἀναίδειαν οὐδεμίαν ζημίαν εἶναι νομίζουσι. καὶ ὑπὲρ τούτων τολμήσουσι καὶ τοῖς λόγοις χρῆσθαι[*](χρῆσθαιscripsi: χρῶνται.) τοιούτοις, ὡς αὐτοῖς ὅλου τοῦ κλήρου ληκτέον, ὅτι Θρασύβουλος ἐκποίητος εἰς τὸν οἶκον τὸν Ἱππολοχίδου γέγονε, λέγοντες τοῦτο μὲν ἀληθές, ἐκεῖνο δʼ οὐ προσῆκον·
τί γὰρ ἧττον αὐτῷ τῆς συγγενείας ταύτης προσῆκεν; οὐ γὰρ κατὰ τὸν πατέρα ἀλλὰ κατὰ τὴν μητέρα καὶ τῶν Ἀπολλοδώρου τοῦ Εὐπόλιδος ὑέος τὸ μέρος εἴληφε· καὶ τῶνδε ἐξῆν αὐτῷ κατὰ ταύτην τὴν συγγένειαν λαγχάνειν, ὄντι προτέρῳ ταύτης, εἴπερ τὰ πεπραγμένα μὴ κυρίως ἔχειν ἐνόμιζεν. ἀλλʼ οὐκ ἔστιν ἀναίσχυντος.
μητρὸς δʼ οὐδείς ἐστιν ἐκποίητος, ἀλλʼ ὁμοίως ὑπάρχει τὴν αὐτὴν εἶναι μητέρα, κἂν ἐν τῷ πατρῴῳ μένῃ τις οἴκῳ κἂν ἐκποιηθῇ.[*](ἐκποιηθῇBekker: -θείη.) διὸ τῶν Ἀπολλοδώρου χρημάτων οὐκ ἀπεστερήθη τοῦ μέρους, ἀλλὰ μετειλήφει τὸ ἡμικλήριον, πρὸς ταύτην νειμάμενος. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
Μάρτυρες
οὕτω μὲν οὐχ οἱ γεννῆται μόνον καὶ φράτορες γεγόνασι μάρτυρες τῆς ἐμῆς ποιήσεως, ἀλλὰ καὶ Θρασύβουλος οὐκ ἀμφισβητῶν αὐτὸς[*](αὐτὸςBuermann: αὐτῶ.) ἔργῳ δεδήλωκεν ὅτι τὰ πεπραγμένα Ἀπολλοδώρῳ κυρίως ἔχειν νομίζει καὶ κατὰ τοὺς νόμους· οὐ γὰρ ἄν ποτε τοσούτων χρημάτων οὐκ ἐλάγχανε. γεγόνασι δὲ ὅμως καὶ ἄλλοι μάρτυρες αὐτῶν.[*](αὐτῶνScheibe: αὐτῶ.)
πρὶν γὰρ ἐμὲ ἥκειν ἐκ τῆς Πυθαίδος, ἔλεγε πρὸς τοὺς δημότας Ἀπολλόδωρος ὅτι πεποιημένος εἴη με ὑὸν καὶ ἐγγεγραφὼς εἰς τοὺς συγγενεῖς καὶ φράτορας, καὶ παραδεδώκοι τὴν οὐσίαν, καὶ διεκελεύεθʼ ὅπως, ἄν τι πάθῃ[*](πάθῃSchaefer: -οι.) πρότερον, ἐγγράψουσί[*](ἐγγράψουσιDobree: -φουσι.) με εἰς τὸ ληξιαρχικὸν γραμματεῖον Θράσυλλον Ἀπολλοδώρου καὶ μὴ ὡς ἄλλως ποιήσουσι.[*](ποιήσουσιDobree: -ωσι.)
κἀκεῖνοι ταῦτα ἀκούσαντες, τούτων ἐν ἀρχαιρεσίαις κατηγορούντων καὶ λεγόντων ὡς οὐκ ἐποιήσατό με ὑόν, καὶ ἐξ ὧν ἤκουσαν καὶ ἐξ ὧν ᾔδεσαν, ὀμόσαντες καθʼ ἱερῶν ἐνέγραψάν με, καθάπερ ἐκεῖνος ἐκέλευε· τοσαύτη περιφάνεια τῆς ἐμῆς ποιήσεως ἐγένετο παρʼ αὐτοῖς. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
Μάρτυρες
ἐπὶ μὲν τοσούτων μαρτύρων, ὦ ἄνδρες, γέγονεν ἡ ποίησις, ἔχθρας μὲν παλαιᾶς αὐτῷ πρὸς τούτους οὔσης, φιλίας δὲ πρὸς ἡμᾶς καὶ συγγενείας οὐ μικρᾶς ὑπαρχούσης. ὡς δʼ οὐδʼ εἰ μηδέτερον τούτων ὑπῆρχε, μήτε ἔχθρα πρὸς τούτους μήτε φιλία πρὸς ἡμᾶς, οὐκ ἄν ποτε Ἀπολλόδωρος ἐπὶ τούτοις τὸν κλῆρον τοῦτον κατέλιπεν, οἶμαι καὶ ταῦθʼ ὑμῖν ῥᾳδίως ἐπιδείξειν.
πάντες γὰρ οἱ τελευτήσειν μέλλοντες πρόνοιαν ποιοῦνται σφῶν αὐτῶν, ὅπως μὴ ἐξερημώσουσι τοὺς σφετέρους αὐτῶν οἴκους, ἀλλʼ ἔσται τις [καὶ] ὁ ἐναγιῶν καὶ πάντα τὰ νομιζόμενα αὐτοῖς ποιήσων· διὸ κἂν ἄπαιδες τελευτήσωσιν, ἀλλʼ οὖν ποιησάμενοι καταλείπουσι. καὶ οὐ μόνον ἰδίᾳ ταῦτα γιγνώσκουσιν, ἀλλὰ καὶ δημοσίᾳ τὸ κοινὸν τῆς πόλεως οὕτω ταῦτʼ ἔγνωκε· νόμῳ γὰρ τῷ ἄρχοντι τῶν οἴκων, ὅπως ἂν μὴ ἐξερημῶνται, προστάττει τὴν ἐπιμέλειαν.
ἐκείνῳ δὲ πρόδηλον ἦν ὅτι εἰ καταλείψει τὸν κλῆρον ἐπὶ τούτοις, ἔρημον ποιήσει τὸν οἶκον, τί προορῶντι; ταύτας τὰς ἀδελφὰς τὸν μὲν Ἀπολλοδώρου τοῦ ἀδελφοῦ κλῆρον ἐχούσας, ἐκείνῳ δʼ οὐκ εἰσποιούσας ὄντων αὐταῖς παίδων, καὶ τοὺς μὲν ἄνδρας αὐτῶν τὴν γῆν, ἣν ἐκεῖνος κατέλιπε, καὶ τὰ κτήματα πέντε ταλάντων πεπρακότας καὶ τὸ ἀργύριον διανειμαμένους, τὸν δὲ οἶκον αἰσχρῶς οὕτω καὶ δεινῶς ἐξηρημωμένον.
ὃς δὴ ταῦτʼ ᾔδει τὸν τούτων ἀδελφὸν πεπονθότα, πῶς ἂν προσεδόκησεν αὐτός, εἰ καὶ φίλος ἦν, τυχεῖν τῶν νομιζομένων ὑπʼ αὐτῶν, ἀνεψιὸς ὢν ἀλλʼ οὐκ ἀδελφὸς αὐταῖς; οὐκ ἐνῆν ἐλπίσαι δήπουθεν. ἀλλὰ μὴν ὅτι ἄπαιδα ἐκεῖνον περιεωράκασι καὶ τὰ χρήματα ἔχουσι καὶ οἶκον ἐκ τοῦ φανεροῦ τριηραρχοῦντα ἀνῃρήκασι, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας.
Μάρτυρες
εἰ τοίνυν καὶ τοιοῦτοι τὰς φύσεις περὶ ἀλλήλους εἰσὶ καὶ ἔχθραι πρὸς Ἀπολλόδωρον τὸν ἐμὲ ποιησάμενον ὑπῆρχον αὐτοῖς[*](αὐτοῖςReiske: αὐταῖς.) τηλικαῦται τὸ μέγεθος, τί βέλτιον ἂν ἔπραξεν ἢ ταῦτα βουλευσάμενος ἅπερ ἐποίησεν; εἰ νὴ Δία παιδίον ἐποιήσατο λαβὼν παρά του τῶν[*](παρά του τῶνReiske: παρὰ τούτων.) φίλων ὄντων, καὶ τούτῳ τὴν οὐσίαν ἔδωκεν; ἀλλὰ [καὶ] τοῦτʼ ἦν ἄδηλον καὶ τοῖς γεννήσασιν, εἴτε σπουδαῖον εἴτε μηδενὸς ἄξιον ἔμελλεν ἔσεσθαι, διὰ τὴν ἡλικίαν.
ἐμοῦ δὲ πεῖραν εἰλήφει, δοκιμασίαν ἱκανὴν λαβών. εἴς τε γὰρ τὸν πατέρα καὶ τὴν μητέρα οἷος ἦν ἀκριβῶς ᾔδει, τῶν τʼ οἰκείων ἐπιμελῆ καὶ τἀμαυτοῦ πράττειν ἐπιστάμενον· ἐν ἀρχῇ τε, θεσμοθετήσας, ὡς ἐγενόμην οὐκ ἄδικος οὐδὲ πλεονέκτης, ἠπίστατο σαφῶς. ὥστʼ οὐκ ἀγνοῶν ἀλλὰ σαφῶς εἰδὼς ἐποίει με τῶν αὑτοῦ κύριον.
καὶ μὴν οὐδὲ ἀλλότριον ἀλλʼ ὄντα ἀδελφιδοῦν, οὐδʼ αὖ μικρὰ πεπονθὼς ἀλλὰ μεγάλα ἀγαθὰ ὑφʼ ἡμῶν, οὐδʼ αὖ ἀφιλότιμον, ὃς τὰ ὄντα ἀφανιεῖν[*](ἀφανιεῖνCobet: ἀφιέναι.) ἔμελλον ὥσπερ οὗτοι τὰ τοῦ κλήρου πεποιήκασιν, ἀλλὰ βουλησόμενον καὶ τριηραρχεῖν καὶ πολεμεῖν καὶ χορηγεῖν καὶ πάνθʼ ὑμῖν τὰ προσταττόμενα ποιεῖν, ὥσπερ κἀκεῖνος.
καίτοι εἰ καὶ συγγενὴς καὶ φίλος καὶ εὐεργέτης καὶ φιλότιμος καὶ δεδοκιμασμένος ὑπῆρχον τοιοῦτος εἶναι, τίς 〈ἂν〉[*](ἂνadd. Bekker.) ἀμφισβητήσειε μὴ οὐκ ἀνδρὸς εὖ φρονοῦντος εἶναι ταύτην τὴν ποίησιν; ἐγὼ τοίνυν ἕν γε τῶν ὑπʼ ἐκείνου δοκιμασθέντων ἤδη πεποίηκα· γεγυμνασιάρχηκα γὰρ εἰς Προμήθεια[*](ΠρομήθειαMeursius: προμήθειαν.) τοῦδε τοῦ ἐνιαυτοῦ φιλοτίμως, ὡς οἱ φυλέται πάντες ἴσασιν. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
Μάρτυρες
τὰ μὲν ἡμέτερα δίκαια, καθʼ ἃ προσηκόντως ἔχειν φαμὲν τὸν κλῆρον, ταῦτʼ ἐστίν, ὦ ἄνδρες· δεόμεθα δʼ ὑμῶν βοηθεῖν ἡμῖν καὶ ἕνεκα Ἀπολλοδώρου καὶ ἕνεκα τοῦ ἐκείνου πατρός· οὐ γὰρ ἀχρήστους αὐτοὺς εὑρήσετε πολίτας, ἀλλʼ ὡς οἷόν τʼ εἰς τὰ ὑμέτερα προθυμοτάτους.[*](προθυμοτάτουςStephanus: -τέρους.)
ὁ μὲν γὰρ πατὴρ αὐτοῦ τάς τε ἄλλας ἁπάσας λῃτουργίας λελῃτούργηκε, καὶ τριηραρχῶν τὸν πάντα χρόνον διετέλεσεν, οὐκ ἐκ συμμορίας [τὴν ναῦν ποιησάμενος] ὥσπερ οἱ νῦν, ἀλλʼ ἐκ τῶν αὑτοῦ δαπανῶν, οὐδὲ δεύτερος αὐτὸς ὢν ἀλλὰ κατὰ μόνας, οὐδὲ δύο ἔτη διαλιπὼν ἀλλὰ συνεχῶς, οὐδʼ ἀφοσιούμενος ἀλλʼ ὡς οἷόν τʼ ἄριστα παρασκευαζόμενος. ἀνθʼ ὧν ὑμεῖς κἀκεῖνον ἐτιμᾶτε, μεμνημένοι τούτων τῶν ἔργων, καὶ τὸν ὑὸν αὐτοῦ τῶν χρημάτων ἀποστερούμενον ἐσώσατε, τοὺς ἔχοντας ἀποδοῦναι τὰ ὄντʼ αὐτῷ καταναγκάσαντες.
καὶ μὴν καὶ αὐτὸς Ἀπολλόδωρος οὐχ ὥσπερ Προνάπης ἀπεγράψατο μὲν τίμημα μικρόν, ὡς ἱππάδα δὲ τελῶν ἄρχειν ἠξίου τὰς ἀρχάς, οὐδὲ βίᾳ μὲν ἐζήτει τὰ ἀλλότριʼ ἔχειν, ὑμᾶς δʼ ᾤετο δεῖν μηδὲν ὠφελεῖν, ἀλλὰ φανερὰ τὰ ὄντα καταστήσας ὑμῖν, ὅσα προστάττοιτε, πάνθʼ ὑπηρέτει [φιλοτίμως] οὐδέν τʼ ἀδικῶν ἐκ τῶν ἑαυτοῦ φιλοτίμως ἐπειρᾶτο ζῆν, εἰς αὑτὸν μὲν τὰ μέτρια ἀναλίσκειν οἰόμενος δεῖν, τὰ δʼ ἄλλα τῇ πόλει περιποιεῖν, ἵνα ἐξαρκοίη πρὸς τὰς δαπάνας.