On The Estate of Apollodorus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

Μαρτυρίαι

οἶμαι τοίνυν, ὦ ἄνδρες, μᾶλλον ἂν ὑμᾶς τοῖς μεμαρτυρηκόσι πιστεύειν, εἰ καὶ τινες[*](εἰ καί τινεςBekker: καὶ οἵτινες.) τῶν ὁμοίως προσηκόντων ἔργοις φανερῶς μεμαρτυρήκασιν ὡς ἐκεῖνος ταῦτα ὀρθῶς καὶ κατὰ τοὺς νόμους ἔπραξε. κατέλιπε γὰρ Εὔπολις θυγατέρας δύο, ταύτην τε ἣ νῦν ἀμφισβητεῖ καὶ Προνάπει συνοικεῖ, καὶ ἄλλην ἣν ἔσχεν Αἰσχίνης ὁ Λουσιεύς, ἣ τετελεύτηκεν ὑὸν ἄνδρα ἤδη καταλιποῦσα, Θρασύβουλον.

ἔστι δὲ νόμος 〈ὅς〉,[*](ὅςadd. Aldus.) ἐὰν ἀδελφὸς ὁμοπάτωρ ἄπαις τελευτήσῃ καὶ μὴ διαθέμενος, τήν τε ἀδελφὴν ὁμοίως, κἂν ἐξ ἑτέρας ἀδελφιδοῦς ᾖ γεγονώς, ἰσομοίρους τῶν χρημάτων καθίστησι. καὶ τοῦτο οὐκ ἀγνοούμενόν ἐστιν οὐδὲ παρʼ αὐτοῖς τούτοις. ἔργῳ γὰρ οὗτοι φανερὸν τοῦτο πεποιήκασι· τοῦ γὰρ Εὐπόλιδος ὑέος ἄπαιδος Ἀπολλοδώρου τελευτήσαντος τὰ ἡμίσεα Θρασύβουλος εἴληφεν, οὐσίας καὶ πεντεταλάντου καταλειφθείσης ῥᾳδίως.