On the Estate of Dicaeogenes

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

Ὑπόθεσις

Δικαιογένους τελευτήσαντος ἄπαιδος ἐπὶ τέσσαρσιν ἀδελφαῖς Πρόξενος ἧκεν διαθήκην ἔχων, ἐν ᾗ Δικαιογένης ὁ τελευτήσας τὸν υἱὸν αὐτοῦ, τοῦ Προξένου, Δικαιογένην υἱὸν θετὸν ἐποιήσατο ἐπὶ τῷ τρίτῳ μέρει τῆς οὐσίας. τοῦτον δὲ τὸν τρόπον διανειμαμένων αὐτῶν τὴν ὅλην οὐσίαν, τελευταῖον ἦλθεν ὁ υἱὸς Προξένου Δικαιογένης φάσκων ἐπὶ ὅλῃ τῇ οὐσίᾳ γεγονέναι υἱός, καὶ νικήσας ἀνέλαβε καὶ τὰ δύο μέρη τῶν ἀδελφῶν τοῦ τελευτήσαντος. ὕστερον πάλιν οἱ παῖδες τῶν ἀδελφῶν δικασάμενοι πρὸς Δικαιογένην ἐνίκησαν, καὶ συνέθετο Δικαιογένης ἀποδοῦναι πάλιν τὰ δύο μέρη αὐτοῖς καθαρὰ καὶ ἀνέπαφα, ἐγγυησαμένου ταῦτα Λεωχάρους. νῦν δὲ ἀρνουμένων τὰ δόξαντα τῶν περὶ Δικαιογένην καὶ Λεωχάρην, ἐγκαλοῦσιν οἱ παῖδες τῶν ἀδελφῶν περὶ τῶν δύο μερῶν τῷ μὲν ὡς συνθεμένῳ, τῷ δὲ ὡς ἐγγυητῇ. ἡ στάσις στοχασμός· ἀρνοῦνται γάρ.

ὠιόμεθα μέν, ὦ ἄνδρες, περὶ ὧν διεφερόμεθα πρὸς Δικαιογένην, τὰ ὡμολογημένα ἐπὶ τοῦ δικαστηρίου κύρια ἡμῖν ἔσεσθαι· ἀποστάντος γὰρ Δικαιογένους τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, καὶ ἐγγυητὰς καταστήσαντος ἦ μὴν παραδώσειν ἡμῖν ταῦτα τὰ μέρη ἀναμφισβήτητα, ἀφήκαμεν ἀλλήλους τῶν ἐγκλημάτων· ἐπειδὴ δέ, ὦ ἄνδρες, οὐ ποιεῖ Δικαιογένης ἃ ὡμολόγησε, δικαζόμεθα Λεωχάρει ἐγγυητῇ γενομένῳ Δικαιογένους, ὥσπερ ἀντωμόσαμεν.

καί μοι ἀνάγνωθι τὴν ἀντωμοσίαν.

Ἀντωμοσία

ὡς τοίνυν ἀληθῆ ἀντωμόσαμεν, Κηφισόδοτος οὑτοσὶ οἶδε, καὶ μάρτυρας ὑμῖν παρεξόμεθα πρῶτον μὲν ὡς ἀπέστη Δικαιογένης ἡμῖν τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, εἶτα ὡς ἠγγυήσατο Λεωχάρης. καί μοι ἀνάγνωθι τὴν μαρτυρίαν.

Μαρτυρία

τῶν μὲν μαρτύρων ἀκηκόατε, καὶ ὡς οὐ τἀληθῆ μεμαρτυρήκασιν, οὐδʼ ἂν αὐτὸν οἶμαι Λεωχάρην εἰπεῖν· ἴσως δὲ ἐπʼ ἐκεῖνον τρέψεται τὸν λόγον, ὡς Δικαιογένης τε ἃ ἡμῖν ὡμολόγησεν ἅπαντα πεποίηκε, καὶ αὐτὸς τὴν ἐξεγγύην ὅτι ἀπέδωκεν. εἰ οὖν ταῦτʼ ἐρεῖ, ψεύσεται καὶ ῥᾳδίως ἐλεγχθήσεται. ἀναγνώσεται γὰρ ὑμῖν ὅσα κατέλιπε Δικαιογένης ὁ Μενεξένου ἐν τῷ κλήρῳ καὶ τὰ χρήματα ἃ ἔλαβεν.

〈Ἀπογραφή〉

ταῦτα εἰ μὲν μή φασι Δικαιογένην τὸν ἡμέτερον θεῖον ζῶντα κεκτῆσθαι καὶ ἀποθνήσκοντα ἡμῖν δοῦναι, ἀποδειξάτωσαν· εἰ δὲ καὶ ἐκεῖνον καταλιπεῖν καὶ ἡμᾶς κεκομίσθαι, μαρτυρησάτω τις αὐτοῖς. ὅτι μὲν γὰρ Δικαιογένης ὡμολόγει παραδώσειν ἡμῖν ὧν κατέλιπεν ὁ Μενεξένου τὰ δύο μέρη, ἡμεῖς μάρτυρας παρεχόμεθα,[*](παρεχόμεθα Baiter-Sauppe: παρεξ-.) καὶ ὅτι Λεωχάρης ἠγγυήσατο αὐτὸν ταῦτα ποιήσειν· καὶ γὰρ δικαζόμεθα διὰ τοῦτο, καὶ ταῦτα ἀντωμόσαμεν. καί μοι ἀνάγνωθι τὴν ἀντωμοσίαν.

Ἀντωμοσία

εἰ μὲν τοίνυν, ὦ ἄνδρες, περὶ τούτων ἔμελλον ἀπολογήσεσθαι[*](ἀπολογήσεσθαιCobet: -ασθαι.) μόνον Λεωχάρης ἢ Δικαιογένης, ἤρκει ἄν μοι τὰ εἰρημένα· ἐπειδὴ δὲ παρεσκευασμένοι εἰσὶν ἐξ ἀρχῆς περὶ 〈τοῦ〉[*](τοῦadd. Reiske.) κλήρου λέγειν, βούλομαι ὑμᾶς καὶ παρʼ ἐμοῦ τὰ πραχθέντα πυθέσθαι, ἵνα εἰδότες τἀληθῆ, ὅ τι ἂν δοκῇ ὑμῖν, ψηφίσησθε, ἀλλὰ μὴ ἐξηπατημένοι.

Μενεξένῳ γὰρ τῷ ἡμετέρῳ πάππῳ ἐγένετο ὑὸς μὲν εἷς, Δικαιογένης, θυγατέρες δὲ τέτταρες, ὧν ἔλαβε μίαν μὲν Πολυάρατος[*](ΠολυάρατοςReiske: πολύαρτας.) ὁ πατὴρ ὁ ἐμός, ἄλλην δὲ Δημοκλῆς ὁ Φρεάρριος, τὴν δὲ Κηφισοφῶν ὁ Παιανιεύς· ἡ δὲ 〈τετάρτη〉[*](δ́ (τετάρτη)add. Kaibel.) Θεοπόμπῳ ἐγήματο τῷ Κηφισοδότου[*](ΚηφισοδότουStephanus: -σιοδότον.) πατρί.

καὶ ὁ μὲν Δικαιογένης, τριήραρχος ἐκπλεύσας τῆς Παράλου, ἐτελεύτησε μαχόμενος ἐν Κνίδῳ· ἀποθανόντος δʼ αὐτοῦ ἄπαιδος διαθήκην ἀπέφηνε Πρόξενος ὁ Δικαιογένους 〈τουδὶ〉[*](τουδὶadd. Dobree.) πατήρ, ᾗ πιστεύσαντες οἱ ἡμέτεροι πατέρες ἐνείμαντο τὸν κλῆρον. καὶ ἐπὶ μὲν τῷ τρίτῳ μέρει τοῦ κλήρου Δικαιογένης ὅδε τῷ Μενεξένου Δικαιογένει, ἡμετέρῳ δὲ θείῳ, ὑὸς ἐγίγνετο ποιητός· τῶν δὲ λοιπῶν ἑκάστη τὸ μέρος ἐπεδικάσατο τῶν Μενεξένου θυγατέρων. ὧν ἐγὼ τοὺς τότε παρόντας ὑμῖν μάρτυρας παρέξομαι.

〈Μάρτυρες〉

ἐπειδὴ δὲ ἐνείμαντο τὸν κλῆρον, ὀμόσαντες μὴ παραβήσεσθαι τὰ ὡμολογημένα, ἐκέκτητο ἕκαστος δώδεκα ἔτη ἃ ἔλαχε· καὶ ἐν τοσούτῳ χρόνῳ οὐσῶν δικῶν οὐδεὶς αὐτῶν ἠξίωσε τὰ πεπραγμένα εἰπεῖν ἀδίκως πεπρᾶχθαι, πρὶν δυστυχησάσης τῆς πόλεως καὶ στάσεως γενομένης Δικαιογένης οὑτοσὶ πεισθεὶς ὑπὸ Μέλανος τοῦ Αἰγυπτίου, ᾧ περ καὶ τἆλλα ἐπείθετο, ἠμφισβήτει ἡμῖν ἅπαντος τοῦ κλήρου, φάσκων ἐφʼ ὅλῃ[*](ἐφʼ ὅλῃAldus: ἐφʼ ὅλον.) ποιηθῆναι ὑὸς ὑπὸ τοῦ θείου τοῦ ἡμετέρου.

ἡμεῖς μὲν οὖν μαίνεσθαι αὐτὸν ἡγούμεθα τῇ λήξει, οὐκ ἄν ποτε οἰόμενοι τὸν αὐτὸν ἄνδρα τοτὲ[*](τοτὲAldus: ποτε.) μὲν φάσκοντα ἐπὶ τῷ τρίτῳ μέρει ποιηθῆναι τοτὲ δʼ ἐφʼ ἅπαντι τῷ κλήρῳ δόξαι τἀληθὲς λέγειν ὑμῖν· εἰς δὲ τὸ δικαστήριον εἰσελθόντες καὶ πολλῷ πλείω καὶ δικαιότερα λέγοντες ἠδικήθημεν, οὐχ ὑπὸ τῶν δικαστῶν ἀλλʼ ὑπὸ Μέλανος τοῦ Αἰγυπτίου καὶ τῶν ἐκείνου φίλων, οἳ διὰ τὰς τῆς πόλεως συμφορὰς ἐξουσίαν σφίσιν αὐτοῖς ἡγοῦντο εἶναι κεκτῆσθαί τε τἀλλότρια καὶ τὰ ψευδῆ ἀλλήλοις μαρτυρεῖν· ὑπὸ δὲ τῶν τὰ τοιαῦτα ποιούντων ἐξηπατήθησαν οἱ δικασταί.

καὶ ἡμεῖς μὲν καταψευδομαρτυρηθέντες ἀπωλέσαμεν τὰ ὄντα· καὶ γὰρ ὁ πατὴρ οὐ πολλῷ χρόνῳ ὕστερον μετὰ τὴν δίκην ἐτελεύτησε, πρὶν ἐπεξελθεῖν οἷς ἐπεσκήψατο τῶν μαρτύρων· Δικαιογένης δὲ πρὸς ἡμᾶς ὡς ἐβούλετο ἀγωνισάμενος τῇ αὐτῇ ἡμέρᾳ ἐξήλασε μὲν τὴν Κηφισοφῶντος τοῦ Παιανιέως θυγατέρα ἐκ τοῦ μέρους, ἀδελφιδῆν οὖσαν Δικαιογένους τοῦ καταλιπόντος τὰ χρήματα, ἀφείλετο δὲ τὴν Δημοκλέους γενομένην γυναῖκα, ἃ[*](ἃReiske: ᾗ.) Δικαιογένης ἀδελφὸς ὢν ἔδωκεν, ἀφείλετο 〈δὲ〉[*](δὲadd. Reiske.) καὶ τὴν Κηφισοδότου μητέρα καὶ αὐτὸν τοῦτον ἅπαντα.

καὶ γὰρ τούτων [τε] ἅμα καὶ ἐπίτροπος καὶ κύριος καὶ ἀντίδικος ἦν, καὶ οὐδὲ κατὰ τὸ ἐλάχιστον μέρος τῆς οἰκειότητος ἐλέου παρʼ αὐτοῦ ἔτυχον, ἀλλʼ ὀρφανοὶ καὶ ἔρημοι καὶ πένητες γενόμενοι πάντων καὶ τῶν καθʼ ἡμέραν ἐπιτηδείων ἦσαν ἐνδεεῖς. οὕτως αὐτοὺς Δικαιογένης οὑτοσὶ ἐγγυτάτω ὢν γένους ἐπετρόπευεν· ὅς γε, ἃ μὲν ὁ πατὴρ αὐτοῖς Θεόπομπος κατέλιπε, τοῖς τούτων ἐχθροῖς παρέδωκεν, ἃ δὲ ὁ πρὸς μητρὸς θεῖος καὶ ὁ πάππος αὐτοῖς ἔδωκεν, αὐτὸς ἀφείλετο πρὸ δίκης.

καὶ ὃ πάντων δεινότατον,[*](ὃ π. δεινότατονReiske: ὁ π. δεινότατος.) τὴν οἰκίαν αὐτῶν τὴν πατρῴαν, παίδων ὄντων τούτων, πριάμενος καὶ κατασκάψας [τὸν] κῆπον ἐποιήσατο πρὸς τῇ αὑτοῦ οἰκίᾳ τῇ ἐν ἄστει. καὶ λαμβάνων μίσθωσιν ὀγδοήκοντα μνᾶς ἐκ τῶν Δικαιογένους τοῦ ἡμετέρου θείου χρημάτων, τὸν ἐκείνου ἀδελφιδοῦν Κηφισόδοτον τῷ ἑαυτοῦ ἀδελφῷ Ἁρμοδίῳ συνέπεμψεν εἰς Κόρινθον ἀντʼ ἀκολούθου· εἰς τοῦτο ὕβρεως καὶ μιαρίας ἀφίκετο. καὶ πρὸς τοῖς ἄλλοις κακοῖς ὀνειδίζει καὶ ἐγκαλεῖ αὐτῷ ὅτι ἐμβάδας καὶ τρίβωνα[*](τρίβωναCobet: τριβώνια.) φορεῖ, ὥσπερ ἀδικούμενός τι εἰ ἐμβάδας Κηφισόδοτος φορεῖ, ἀλλʼ οὐκ ἀδικῶν ὅτι ἀφελόμενος αὐτὸν τὰ ὄντα πένητα πεποίηκεν.

ἀλλὰ περὶ μὲν[*](περὶ μὲνDobree: μὲν περὶ.) τούτων τοσαῦτά μοι εἰρήσθω· πάλιν δʼ ἐπάνειμι ὅθεν ἀπέλιπον. Μενέξενος γὰρ ὁ Κηφισοφῶντος ὑός, ἀνεψιὸς ὢν Κηφισοδότῳ τουτῳὶ[*](τουτῳὶScheibe: τούτῳ.) καὶ ἐμοί, καὶ προσῆκον αὐτῷ τοῦ κλήρου μέρος ὅσον περ ἐμοί, ἐπεξῄει τοῖς καταμαρτυρήσασιν ἡμῶν καὶ ἐκείνου τὰ ψευδῆ, καὶ Λύκωνα, ὅν περ εἰσήγαγε πρῶτον εἰς τὸ δικαστήριον, τοῦτον εἷλεν· ὃς ἐμαρτύρησε Δικαιογένην ποιηθῆναι τὸν νῦν ὄντα ὑπὸ τοῦ θείου τοῦ ἡμετέρου ὑὸν ἐπὶ παντὶ τῷ κλήρῳ.

μαρτυρήσας δὲ ταῦτα ἑάλω ψευδομαρτυρίων. ἐπειδὴ δὲ Δικαιογένης, ὦ ἄνδρες, οὐκέτι ὑμᾶς[*](ὑμᾶςReiske: ἡμᾶς.) δύναται ἐξαπατᾶν, πείθει Μενέξενον τὸν ὑπὲρ ἡμῶν τε καὶ ὑπὲρ αὑτοῦ πράττοντα, ἃ ἐγὼ αἰσχυνόμενος ἀναγκάζομαι διὰ τὴν ἐκείνου πονηρίαν λέγειν, -- τί ποιῆσαι; κομισάμενον αὐτὸν μέρος ἐκ τοῦ κλήρου ὅ τι ἐγίγνετο, ἡμᾶς μὲν ὑπὲρ ὧν ἔπραττε προδοῦναι, τοὺς δὲ μήπω ἑαλωκότας τῶν μαρτύρων ἀφεῖναι. καὶ ἡμεῖς μὲν ταῦτα ὑπὸ τῶν φίλων καὶ τῶν ἐχθρῶν παθόντες εἴχομεν ἡσυχίαν. τούτων δʼ ὑμῖν μάρτυρας παρέξομαι.

Μάρτυρες

ὁ μὲν τοίνυν Μενέξενος παθὼν ἄξια τῶν ἑαυτοῦ τρόπων ἠπατήθη ὑπὸ τοῦ Δικαιογένους· ἀφεὶς γὰρ τοὺς μάρτυρας καὶ ἡμᾶς προδούς, ὧν ἕνεκα ταῦτʼ ἔπραξεν οὐκ ἐκομίσατο. ἀδικηθεὶς δὲ ὑπὸ Δικαιογένους μεθʼ ἡμῶν πάλιν ἔπραττεν. ἡμεῖς δὲ καθηγούμενοι οὐκέτι προσήκειν Δικαιογένει ἔχειν τῶν ἐκ τοῦ κλήρου μέρος οὐδέν, ἐπειδὴ οἱ μάρτυρες ἑάλωσαν, ἀμφισβητοῦμεν αὐτῷ ἅπαντος τοῦ οἴκου κατʼ ἀγχιστείαν. καὶ ὅτι ἡμεῖς τε ὀρθῶς ἐγνώκαμεν καὶ οὐδὲν ἔτι προσήκει Δικαιογένει τοῦ κλήρου, ῥᾳδίως διδάξω.

δύο γὰρ διαθῆκαι 〈ἀπ〉εφάνησαν,[*]((ἀπ)εφάνησανDobree.) ἡ μὲν πάλαι, ἡ δὲ πολλῷ[*](ἡ δὲ πολλῷReiske: πολλῷ ἡ δὲ.) ὕστερον· καὶ κατὰ μὲν τὴν παλαιάν, ἣν ἀπέφηνε Πρόξενος ὁ Δικαιογένους τουτουὶ[*](τουτουὶScheibe: τούτου.) πατήρ, ἐπὶ τῷ τρίτῳ μέρει τοῦ κλήρου ἐγίγνετο τῷ θείῳ τῷ ἡμετέρῳ ὑὸς ποιητός, καθʼ ἣν δʼ αὐτὸς ἀπέφηνε Δικαιογένης, ἐπὶ[*](ἐπὶBekker: ἐν.) παντὶ τῷ οἴκῳ. τούτοιν δὲ τοῖν[*](τούτοιν δὲ τοῖνNaber: ταύταιν δὲ ταῖν.) διαθήκαιν ἣν μὲν Πρόξενος ἀπέφηνε, Δικαιογένης ἔπεισε τοὺς δικαστὰς ὡς οὐκ ἀληθὴς εἴη· ἣν δὲ Δικαιογένης ἀπέφηνεν, οἱ μαρτυρήσαντες αὐτὴν τὸν θεῖον τὸν ἡμέτερον διαθέσθαι ἑάλωσαν ψευδομαρτυρίων.

ἀμφοῖν δὲ τοῖν[*](τοῖνNaber: ταῖν.) διαθήκαιν ἀκύροιν γιγνομέναιν, καὶ ἑτέρας μηδεμιᾶς ὁμολογουμένης εἶναι, κατὰ δόσιν μὲν οὐδενὶ προσῆκε τοῦ κλήρου, κατʼ ἀγχιστείαν δὲ ταῖς Δικαιογένους τοῦ ἀποθανόντος ἀδελφαῖς, ὧν εἰσιν αἱ ἡμέτεραι μητέρες. διὰ δὲ ταῦτα ἔδοξέ τε ἡμῖν λαχεῖν τοῦ κλήρου κατʼ ἀγχιστείαν, καὶ ἐλάχομεν τοῦ μέρους[*](τοῦ μέρουςBuermann: τὸ μέρος.) ἕκαστος. μελλόντων δʼ ἡμῶν ἀντόμνυσθαι διεμαρτύρησε Λεωχάρης οὑτοσὶ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ἡμῖν.

ἐπισκηψαμένων[*](ἐπισκηψαμένωνAldus: ἐπισκεψ-.) δʼ ἡμῶν ἡ μὲν λῆξις τοῦ κλήρου διεγράφη, ἡ δὲ τῶν ψευδομαρτυρίων δίκη εἰσῄει. ἐν δὲ τῷ δικαστηρίῳ πάντα μὲν ἡμῶν εἰπόντων ἅ περ νυνί, πολλὰ δὲ Λεωχάρους ἀνταπολογησαμένου, ἔγνωσαν τὰ ψευδῆ μαρτυρῆσαι Λεωχάρην οἱ δικασταί. ἐπειδὴ δὲ τοῦτο φανερὸν ἐγένετο ἐξαιρεθεισῶν τῶν ψήφων, ἃ μὲν τῶν δικαστῶν καὶ ἡμῶν ἐδεήθη Λεωχάρης ἢ ὅσα ἡμῖν ἐξεγένετο διαπράξασθαι τότε, οὐκ οἶδʼ ὅ τι δεῖ λέγειν, ἃ δὲ ὡμολογήθη ἡμῖν, ταῦτα ἀκούσατε.

συγχωρούντων γὰρ ἡμῶν τῷ ἄρχοντι μὴ συναριθμεῖν ἀλλὰ συγχέαι τὰς ψήφους, ἀφίστατο μὲν Δικαιογένης τοῖν δυοῖν μεροῖν τοῦ κλήρου ταῖς Δικαιογένους ἀδελφαῖς, καὶ ὡμολόγει ἀναμφισβήτητα[*](ἀναμφισβήτηταAldus: ἀναμφίβητα.) παραδώσειν ἡμῖν ταῦτα τὰ μέρη· καὶ ταῦτα ἠγγυᾶτο αὐτὸν Λεωχάρης οὑτοσὶ[*](οὑτοσὶScheibe: οὗτος.)[*](ἃscripsi, cf. § 20.9, §22.3: καὶ.) ὡμολόγει ποιήσειν, οὐ μόνος ἀλλὰ καὶ Μνησιπτόλεμος ὁ Πλωθειεύς.[*](ΠλωθειεύςMeursius: πλωτιεύς.) καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.

Μάρτυρες

ἡμεῖς τοίνυν ταῦτα παθόντες ὑπὸ Λεωχάρους, καὶ ἐγγενόμενον ἡμῖν αὐτὸν ἐπειδὴ εἵλομεν τῶν ψευδομαρτυρίων ἀτιμῶσαι, οὐκ ἐβουλήθημεν, ἀλλʼ ἐξήρκεσε τὰ ἡμέτερα ἡμῖν κομισαμένοις ἀπηλλάχθαι. τοιοῦτοι δὲ γενόμενοι περὶ Λεωχάρην καὶ Δικαιογένην ἐξηπατήθημεν ὑπʼ αὐτῶν, ὦ ἄνδρες· οὔτε γὰρ Δικαιογένης τὰ δύο μέρη ἡμῖν τοῦ κλήρου παρέδωκεν, ὁμολογήσας ἐπὶ τοῦ δικαστηρίου, οὔτε Λεωχάρης ὁμολογεῖ ἐγγυήσασθαι αὐτὸν τότε.