On The Estate Of Pyrrhus
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
ἔτι δὲ πρὸς τούτοις ἐπιδειξάτω ὅτῳ πρότερον ἢ ὕστερον ἠγγύησεν οὗτος τὴν ἀδελφήν, ἢ εἰ ἐξ ἄλλου τινὸς γεγενημένοι εἰσὶ παῖδες αὐτῇ. ταῦτα οὖν ἀξιοῦτε πυνθάνεσθαι παρʼ αὐτοῦ, καὶ περὶ τῆς τοῖς φράτορσι γαμηλίας μὴ ἀμνημονεῖτε. οὐ γὰρ τῶν ἐλαχίστων πρὸς τὴν τούτου[*](τούτουAldus: τούτων.) μαρτυρίαν τεκμήριόν ἐστι τοῦτο. δῆλον γὰρ ὅτι, εἰ ἐπείσθη ἐγγυήσασθαι, ἐπείσθη ἂν καὶ γαμηλίαν ὑπὲρ αὐτῆς τοῖς φράτερσιν εἰσενεγκεῖν καὶ εἰσαγαγεῖν τὴν ἐκ ταύτης ἀποφανθεῖσαν θυγατέρα ὡς γνησίαν οὖσαν αὑτῷ.