On The Estate Of Pyrrhus
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
οὗτοι τοίνυν εἰς τοῦτο τόλμης ἀφιγμένοι εἰσίν, ὥστε τῷ μὲν εἰσποιήτῳ οὐκ ἔφασαν ἐπιδικάσασθαι προσήκειν τῶν δοθέντων, τῇ δὲ Φίλῃ, ἥν φασι θυγατέρα γνησίαν τῷ Πύρρῳ καταλελεῖφθαι, λαχεῖν τοῦ κλήρου τοῦ πατρῴου τὴν λῆξιν ἠξίωσαν. καίτοι (ὅπερ εἶπον καὶ πρότερον) ὅσοι μὲν 〈ἂν〉[*](ἂνadd. Dobree.) καταλίπωσι γνησίους παῖδας ἐξ αὑτῶν, οὐ προσήκει τοῖς παισὶν ἐπιδικάσασθαι τῶν πατρῴων· ὅσοι δὲ διαθήκαις αὑτοῖς[*](αὑτοῖςDobree: αὐτοὶ.) εἰσποιοῦνται, τούτοις ἐπιδικάζεσθαι προσήκει τῶν δοθέντων.