On The Estate Of Pyrrhus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

δοκεῖ δʼ ἄν τις ὑμῖν οὕτως ἀναιδὴς ἢ τολμηρὸς εἰσποίητος γενέσθαι, ὥστε μηδὲ τὸ δέκατον μέρος ἐπιδοὺς ἐκδοῦναι τῇ γνησίᾳ θυγατρὶ τῶν πατρῴων; γενομένων δὲ τούτων δοκεῖ ἂν ὑμῖν ὁ θεῖος ἐπιτρέψαι, ὁ ἐγγυῆσαι μεμαρτυρηκὼς αὐτῆς τὴν μητέρα; ἐγὼ μὲν γὰρ οὐ νομίζω, ἀλλὰ καὶ ἠμφισβήτησεν ἂν τοῦ κλήρου καὶ διεμαρτύρησε καὶ εἰσήγγειλεν[*](εἰσήγγειλενAldus: -ελλεν.) ἂν πρὸς τὸν ἄρχοντα, καὶ ἄλλο εἴ τι ἦν ἰσχυρότερον τούτων, ἅπαντʼ ἂν διεπράξατο.