On The Estate Of Pyrrhus
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
ἔπειτʼ οὐδʼ ἐκ τῆς ἐπιδοθείσης αὐτῇ προικὸς ᾔσθου; ὥστε καὶ διʼ αὐτὸ τοῦτο ἀγανακτήσαντι δήπου σοι εἰσαγγεῖλαι τὸν Ἔνδιον προσῆκεν, εἰ αὐτὸς μὲν τριτάλαντον οἶκον ἔχειν ἠξίου ὡς προσῆκον αὑτῷ, τῇ δὲ γνησίᾳ οὔσῃ 〈θυγατρὶ〉[*](θυγατρὶadd Rauchenstein.) [τρις]χιλίας δραχμὰς προῖκα ἐπιδοὺς ἐκδοῦναι ἠξίωσεν ἄλλῳ. εἶτʼ ἐπὶ τούτοις οὐκ ἀγανακτήσας εἰσήγγειλεν ἂν τὸν Ἔνδιον οὗτος; ναὶ μὰ Δία, εἴ γʼ ἦν ἀληθὲς τὸ πρᾶγμα.