On the Estate of Menecles
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
ἐγὼ δʼ οἶμαι καταφανὲς ὑμῖν ἅπασι τοῦτʼ εἶναι, ὡς καὶ παρὰ τούτων αὐτῶν ὁμολογούμενόν ἐστιν ὅτι Μενεκλῆς οὐ παρεφρόνει, ἀλλὰ πολὺ μᾶλλον οὗτος νυνί, ὅς γε ποιησάμενος τῆς ἔχθρας διάλυσιν πρὸς ἡμᾶς καὶ ὀμόσας ὅρκους πάλιν νῦν ἥκει τὰ ὁμολογηθέντα καὶ ὀμοθέντα παραβάς, καὶ ἀφελέσθαι με ἀξιοῖ ταυτὶ τὰ λοιπά, οὕτως ὄντα μικρά.
ἐγὼ δὲ εἰ μὴ πάνυ τὸ πρᾶγμα αἰσχρὸν εἶναι ἐνόμιζον καὶ ἐπονείδιστον, προδοῦναι τὸν πατέρα οὗ εἶναι ὠνομάσθην καὶ ὃς ἐποιήσατό με, ταχὺ ἂν ἀπέστην αὐτῷ τῶν ἐκείνου· ἔστι γὰρ ὑπόλοιπον οὐδὲ ἕν, ὡς καὶ ὑμᾶς οἴομαι αἰσθάνεσθαι.
νυνὶ δὲ δεινὸν τὸ πρᾶγμα καὶ αἰσχρὸν εἶναι τῇδε νομίζω, εἰ ἡνίκα μὲν ὁ Μενεκλῆς εἶχέ τι, τότε μὲν ἔδωκα ἐμαυτὸν ὑὸν αὐτῷ ποιήσασθαι, καὶ ἀπὸ τῆς οὐσίας τῆς ἐκείνου, πρὶν πραθῆναι τὸ χωρίον, ἐγυμνασιάρχουν ἐν τῷ δήμῳ καὶ ἐφιλοτιμήθην ὡς ὑὸς ὢν ἐκείνου, καὶ τὰς στρατείας, ὅσαι ἐγένοντο ἐν τῷ χρόνῳ τούτῳ, ἐστράτευμαι ἐν τῇ φυλῇ τῇ ἐκείνου καὶ ἐν τῷ δήμῳ·
ἐπειδὴ δὲ ἐκεῖνος ἐτελεύτησεν, εἰ προδώσω καὶ ἐξερημώσας αὐτοῦ τὸν οἶκον ἀπιὼν οἰχήσομαι, πῶς οὐκ ἂν δεινὸν τὸ πρᾶγμα εἶναι καὶ καταγέλαστον δοκοίη, καὶ τοῖς βουλομένοις περὶ ἐμοῦ βλασφημεῖν πολλὴν ἐξουσίαν παράσχοι[*](παράσχοιBuermann: παράσχομαι.) ; καὶ οὐ μόνον ταῦτʼ ἐστὶ τὰ ποιοῦντά με ἀγωνίζεσθαι τὸν ἀγῶνα τοῦτον, ἀλλʼ εἰ οὕτω φαῦλος ἄνθρωπος δοκῶ εἶναι καὶ μηδενὸς ἄξιος, ὥστε ὑπὸ μὲν εὖ φρονοῦντος μηδʼ ὑφʼ ἑνὸς ἂν ποιηθῆναι τῶν φίλων, ὑπὸ δὲ παραφρονοῦντος, ταῦτʼ ἐστὶ τὰ λυποῦντά με.
ἐγὼ οὖν δέομαι ὑμῶν πάντων, ὦ ἄνδρες, καὶ ἀντιβολῶ καὶ ἱκετεύω ἐλεῆσαί με καὶ ἀποψηφίσασθαι τοῦ μάρτυρος τουτουί. ἀπέφηνα δʼ ὑμῖν πρῶτον μὲν ποιηθέντα ἐμαυτὸν ὑπὸ τοῦ Μενεκλέους ὡς ἄν τις δικαιότατα ποιηθείη,[*](ποιηθείηBekker: -θῇ.) καὶ οὐ λόγῳ οὐδὲ διαθήκῃ τὴν ποίησιν γεγενημένην, ἀλλʼ ἔργῳ· καὶ τούτων ὑμῖν τούς τε φράτορας καὶ τοὺς δημότας καὶ τοὺς ὀργεῶνας παρεσχόμην μάρτυρας·
καὶ ἐκεῖνον ἐπέδειξα τρία καὶ εἴκοσιν ἐπιβιόντα[*](ἐπιβιόνταBamberg: ἐπιβιοῦντα.) ἔτη. εἶτα τοὺς νόμους ἐπέδειξα ὑμῖν τοῖς ἄπαισι τῶν ἀνθρώπων[*](τοῖς ἄπαισι τῶν ἀνθρώπωνNaber: τοῖς ἄπασι τοῖς ἀνθρώποις.) ἐξουσίαν διδόντας ὑεῖς ποιεῖσθαι. καὶ ἔτι πρὸς τούτοις ζῶντα τε φαίνομαι θεραπεύων αὐτὸν καὶ τελευτήσαντα θάψας.
οὗτος δὲ νυνὶ ἄκληρον μὲν ἐμὲ ποιεῖν τοῦ κλήρου τοῦ πατρῴου, εἴτε μείζων ἐστὶν οὗτος εἴτε ἐλάττων, ἄπαιδα δὲ τὸν τελευτήσαντα καὶ ἀνώνυμον βούλεται καταστῆσαι, ἵνα μήτε τὰ ἱερὰ τὰ πατρῷα ὑπὲρ ἐκείνου μηδεὶς τιμᾷ μήτʼ[*](μήτʼBremi: μήδʼ.) ἐναγίζῃ αὐτῷ καθʼ ἕκαστον ἐνιαυτόν, ἀλλὰ ἀφαιρῆται[*](ἀφαιρῆταιDobree: -εῖται.) τὰς τιμὰς τὰς ἐκείνου· ἃ προνοηθεὶς ὁ Μενεκλῆς, κύριος ὢν τῶν ἑαυτοῦ, ἐποιήσατο ὑὸν ἑαυτῷ, ἵνα τούτων ἁπάντων τυγχάνῃ.
μὴ οὖν, ὦ ἄνδρες, πεισθέντες ὑπὸ τούτων ἀφέλησθέ μου τὸ ὄνομα, τῆς κληρονομίας ὃ ἔτι μόνον λοιπόν ἐστιν,[*](ἐστινTyrwhitt: ἔσται.) ἄκυρον δὲ τὴν ποίησιν αὐτοῦ καταστήσητε[*](καταστήσητεedd.: καταστήσετε.) · ἀλλʼ ἐπειδὴ τὸ πρᾶγμα εἰς ὑμᾶς ἀφῖκται καὶ ὑμεῖς κύριοι γεγόνατε, βοηθήσατε καὶ ἡμῖν καὶ ἐκείνῳ τῷ ἐν Ἅιδου ὄντι, καὶ μὴ περιίδητε, πρὸς θεῶν καὶ δαιμόνων δέομαι ὑμῶν, προπηλακισθέντα αὐτὸν ὑπὸ τούτων, ἀλλὰ μεμνημένοι τοῦ νόμου καὶ τοῦ ὅρκου ὃν ὀμωμόκατε καὶ τῶν εἰρημένων ὑπὲρ τοῦ πράγματος, τὰ δίκαια καὶ τὰ εὔορκα κατὰ τοὺς νόμους ψηφίσασθε.