On The Estate of Cleonymus
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
πάντων δʼ ἂν εἴη θαυμασιώτατον, εἰ Κηφίσανδρος μὲν ὁ τούτων οἰκεῖος δίκαιον ἡγεῖτο εἶναι μέρος ἕκαστον ἡμῶν ἔχειν τῆς οὐσίας, Κλεώνυμος δʼ ὃς ἦν ἡμῖν οἰκειότατος[*](οἰκειότατοςBekker: οἰκειότερος.) καὶ ἡμᾶς εἰς τὴν οἰκίαν τὴν αὑτοῦ λαβὼν ἐθεράπευε καὶ ἐπεμελεῖτο τῶν ἡμετέρων ὥσπερ τῶν αὑτοῦ πραγμάτων, οὗτος μόνος ἐβούλετο ἡμᾶς ἀκλήρους εἶναι τῶν αὑτοῦ.
καὶ τίς ἂν ὑμῶν πιστεύσειεν εὐνουστέρους καὶ μετριωτέρους τοὺς ἀντιδίκους ἡμῖν εἶναι τῶν οἰκειοτάτων; κἀκεῖνον μέν, ᾧ καὶ ἀναγκαῖον εὖ ποιεῖν ἡμᾶς καὶ αἰσχρὸν ἡμῶν ἀμελῆσαι, μηδὲν τῶν αὑτοῦ ἡμῖν δοῦναι· τούτους δέ, οἷς οὔτʼ ἀνάγκη ἐστὶν οὔτʼ αἰσχύνην οὐδεμίαν φέρει, τῶν οὐ προσηκόντων, ὥς φασιν, ἡμῖν μεταδιδόναι; ἀλλὰ ταῦτα μέν, ὦ ἄνδρες, πολλὴν ἀπιστίαν ἔχει.
ἔπειτα, εἰ μὲν καὶ νῦν οὕτω πρὸς ἀμφοτέρους ἡμᾶς ἔχων ἐτελεύτησεν, ὥσπερ ὅτε τὰς διαθήκας ταύτας ἐποιήσατο, εἰκότως ἄν τις ὑμῶν πιστεύσειε[*](πιστεύσειεScheibe: πιστεῦσαι.) τοῖς λόγοις τοῖς τουτωνί· νυνὶ δὲ πᾶν τοὐναντίον εὑρήσετε. τότε μὲν γὰρ ἔτυχε Δεινίᾳ, ὃς ἡμᾶς ἐπετρόπευε, διάφορος ὢν ἡμῖν τε οὔπω[*](οὔπωMai: οὕτω.) χρώμενος τούτοις τε ἅπασιν ἐπιτηδείως διακείμενος· νῦν δὲ τούτων μέν τισι διάφορος ἐγένετο, ἡμῖν δὲ πάντων ἐχρῆτο οἰκειότατα.
καὶ ἐξ ὧν μὲν αὐτῷ πρὸς τούτους ἐγένετο ἡ διαφορά, περίεργόν ἐστι λέγειν· σημεῖα δʼ ὑμῖν[*](ὑμῖνQ: ἡμῖν.) ἐρῶ μεγάλα, περὶ ὧν καὶ μάρτυρας ἕξω παρασχέσθαι. πρῶτον μὲν γὰρ θύων τῷ Διονύσῳ, καὶ τοὺς οἰκείους ἅπαντας καλέσας καὶ τῶν ἄλλων πολιτῶν πολλούς, Φερένικον οὐδαμοῦ παρεστήσατο. ἔπειτα μικρὸν πρὶν τελευτῆσαι βαδίζων εἰς Πάνορμον μετὰ Σίμωνος, καὶ συντυχὼν αὐτῷ, προσειπεῖν οὐκ ἐτόλμησεν.
ἔτι δὲ πρὸς τούτοις πυνθανομένου τὴν διαφορὰν τοῦ Σίμωνος τήν τʼ ἔχθραν διηγήσατο, καὶ προσηπείλησεν ὅτι δηλώσειέ[*](δηλώσειέDobree: δηλώσει.) ποτʼ ἂν τούτῳ ὡς διάκειται πρὸς αὐτόν. καὶ ὡς ἀληθῆ λέγω, κάλει μάρτυρας.
〈Μάρτυρες〉
οἴεσθε οὖν, ὦ ἄνδρες, τὸν οὑτωσὶ πρὸς ἑκατέρους ἡμᾶς διακείμενον ἡμῖν μέν, οἷς οἰκειότατα ἐχρῆτο, οὕτω ποιεῖν ὅπως μηδὲ λόγον ὑπολείψει,[*](ὅπως μηδὲ λόγον ὑπολείψειQ: ὥστε μ. λ. ὑπολείψεινA: ὥστε μηδὲν ὁλῶς ὑπολείψεινPhotiades.) τούτοις δέ, ὧν τισι καὶ διάφορος ἦν, σκοπεῖν ὅπως ἅπασαν βεβαιώσει τὴν οὐσίαν; καὶ τούτους μὲν νῦν περὶ πλείονος ποιεῖσθαι ταύτης ὑπούσης τῆς ἔχθρας, ἡμᾶς δὲ τοσαύτης οἰκειότητος καὶ φιλίας γενομένης πειρᾶσθαι μᾶλλον κακῶς ποιεῖν;
ἀλλʼ ἔγωγε, εἰ κατηγορεῖν ἐβούλοντο τῶν διαθηκῶν ἢ τοῦ τετελευτηκότος, οὐκ οἶδʼ ὅ τι ἂν ἄλλο πρὸς ὑμᾶς εἶπον, οἵ γε τὰς διαθήκας μὲν ἀποφαίνουσιν οὔτʼ ὀρθῶς ἐχούσας οὔτʼ ἀρεσκούσας τῷ διαθεμένῳ, τοῦ δὲ τοσαύτην μανίαν κατηγοροῦσιν, ὥστε φασὶν αὐτὸν[*](αὐτὸνQ: αὐτῶ.) περὶ πλείονος ποιεῖσθαι τοὺς αὑτῷ διαφερομένους ἢ τοὺς οἰκείως χρωμένους, καὶ οἷς μὲν ζῶν οὐδὲ[*](οὐδὲCobet: οὐ.) διελέγετο ἅπασαν δοῦναι τὴν οὐσίαν, τοὺς δʼ οἰκειότατα κεχρημένους[*](οἰκειότατα κεχρημένουςBekker: οἰκειότητα κεκτημένους.) οὐδὲ πολλοστοῦ μέρους ἀξιῶσαι. ὥστε τίς ἂν ὑμῶν ταύτας εἶναι κυρίας τὰς διαθήκας ψηφίσαιτο,
ἃς ὁ μὲν διαθέμενος ὡς οὐκ ὀρθῶς ἐχούσας ἀπεδοκίμασεν, οὗτοι δʼ ἔργῳ λύουσιν ἐθέλοντες ἡμῖν ἰσομοιρῆσαι τῆς οὐσίας, πρὸς δὲ τούτοις ἡμεῖς ὑμῖν ἀποφαίνομεν ἐναντίας οὔσας καὶ τῷ νόμῳ καὶ τοῖς δικαίοις καὶ τῇ τοῦ τετελευτηκότος διανοίᾳ;
οἶμαι δʼ ὑμᾶς τὸ περὶ ἡμῶν δίκαιον σαφέστατʼ ἂν παρʼ αὐτῶν τούτων πυνθάνεσθαι. εἰ γάρ τις αὐτοὺς ἔροιτο διὰ τί ἀξιοῦσι κληρονόμοι γενέσθαι τῶν Κλεωνύμου, τοῦτʼ ἂν εἰπεῖν ἔχοιεν, ὅτι καὶ γένει ποθὲν προσήκουσι καὶ ἐκεῖνος αὐτοῖς χρόνον τινὰ ἐπιτηδείως διέκειτο. οὐκ ἂν[*](οὐκ ἂνMai: οὐκοῦν.) ἄρα ὑπὲρ ἡμῶν μᾶλλον ἢ ὑπὲρ σφῶν αὐτῶν εἶεν εἰρηκότες;
εἴ τε γὰρ διὰ τὴν τοῦ γένους ἀγχιστείαν δεῖ γενέσθαι τινὰς κληρονόμους, ἡμεῖς ἐγγυτέρω γένει προσήκομεν· εἴ τε διὰ τὴν φιλίαν τὴν ὑπάρχουσαν, ἴσασιν αὐτὸν ἅπαντες ἡμῖν οἰκειότερον διακείμενον. ὥστʼ οὐ χρὴ παρʼ ἡμῶν, ἀλλὰ [καὶ] παρʼ αὐτῶν τούτων πυνθάνεσθαι τὸ δίκαιον.
πάντων δʼ ἂν εἴη δεινότατον, εἰ τοῖς μὲν ἄλλοις ψηφίζοισθε, ὅταν θάτερα[*](θάτεραMai: θάττερα.) τούτων ἀποφαίνωσι σφᾶς αὐτούς, ἢ γένει προτέρους ὄντας ἢ τῇ φιλίᾳ τῇ πρὸς τὸν τετελευτηκότα, ἡμᾶς δʼ οἷς ἐστιν ἀμφότερα ταῦτα παρὰ πάντων ὁμολογούμενα, ἀξιώσετε μόνους ἀκλήρους ποιῆσαι τῶν ἐκείνου.
καὶ εἰ μὲν Πολύαρχος[*](ΠολύαρχοςMai: ναύαρχος.) ὁ πατὴρ ὁ Κλεωνύμου, πάππος δʼ ἡμέτερος, ζῶν ἐτύγχανε καὶ τῶν ἐπιτηδείων ἐνδεὴς ὤν, ἢ Κλεώνυμος ἐτελεύτησε θυγατέρας ἀπορουμένας καταλιπών, ἡμεῖς ἂν διὰ τὴν ἀγχιστείαν καὶ τὸν πάππον γηροτροφεῖν ἠναγκαζόμεθα καὶ τὰς Κλεωνύμου θυγατέρας ἢ λαβεῖν αὐτοὶ γυναῖκας ἢ προῖκα ἐπιδιδόντες ἑτέροις ἐκδιδόναι, καὶ ταῦθʼ ἡμᾶς καὶ ἡ συγγένεια καὶ οἱ νόμοι καὶ ἡ παρʼ ὑμῶν αἰσχύνη ποιεῖν ἠνάγκαζεν ἄν, ἢ ταῖς μεγίσταις ζημίαις καὶ τοῖς ἐσχάτοις ὀνείδεσι περιπεσεῖν·