On The Estate of Cleonymus

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

τίς γὰρ ἂν γένοιτο ταύτης μανία μείζων, ἢ τότε μὲν ὅτε Δεινίᾳ διάφορος ὢν ἔτυχεν, ἡμᾶς κακῶς ποιεῖν τε καὶ διατίθεσθαι τοιαύτας διαθήκας, ἐξ ὧν οὐκ ἐκεῖνον ἐτιμωρεῖτο ἀλλὰ τοὺς οἰκειοτάτους ἠδίκει· νυνὶ δὲ χρώμενος ἡμῖν καὶ περὶ πλείστου ποιούμενος ἁπάντων, μόνους ἐβουλήθη τοὺς ἀδελφιδοῦς, ὡς οὗτοί φασιν, ἀκλήρους ποιῆσαι τῶν ἑαυτοῦ. καὶ τίς ἂν εὖ φρονῶν, ὦ ἄνδρες, τοιαῦτα περὶ τῶν αὑτοῦ βουλεύσαιτο;

ὥστʼ ἐκ τούτων τῶν λόγων ῥᾳδίαν ὑμῖν[*](ὑμῖνAldus: ἡμῖν.) τὴν διάγνωσιν πεποιήκασι περὶ αὑτῶν. εἰ μὲν γὰρ ἀνελεῖν τὰς διαθήκας βουλόμενος μετεπέμπετο τὴν ἀρχήν, ὥσπερ ἡμεῖς φαμεν, οὐδεὶς ἔνεστι τούτοις λόγος· εἰ δʼ οὕτω παραφρονῶν ἔτυχεν ὥσθʼ ἡμᾶς ἀεὶ περὶ ἐλαχίστου ποιεῖσθαι, τοὺς γένει πρωτεύοντας καὶ χρωμένους αὐτῷ πάντων οἰκειότατα, δικαίως ἂν δήπου τὰς τοιαύτας διαθήκας ἀκύρους ποιήσαιτε.

ἔτι τοίνυν ἐνθυμεῖσθε ὅτι φάσκοντες καλεῖν τὴν ἀρχὴν Κλεώνυμον, ἵνα βεβαιώσῃ τὴν αὑτῶν δωρεάν, προσταχθὲν αὐτοῖς οὐκ ἐτόλμησαν εἰσαγαγεῖν, ἀλλὰ καὶ τὸν ἐλθόντα τῶν ἀρχόντων ἐπὶ τὴν θύραν ἀπέπεμψαν. καὶ δυοῖν τοῖν ἐναντιωτάτοιν θάτερα μέλλοντες, ἢ τὴν οὐσίαν ἕξειν βεβαιοτέραν ἢ ἐκείνῳ[*](ἐκείνῳQ: ἐκεῖνο.) μὴ ποιήσαντες ἀπεχθήσεσθαι, τὴν ἀπέχθειαν εἵλοντο μᾶλλον ταύτης τῆς δωρεᾶς. καίτοι πῶς ἂν ἕτερα τούτων γένοιτο ἀπιστότερα;

τοὺς μὲν τηλικαῦτα μέλλοντας ἐκ τοῦ πράγματος κερδαίνειν, ὥσπερ ζημιωθησομένους, φυλάξασθαι τὴν διακονίαν, Κλεώνυμον δʼ ὑπὲρ τῆς τούτων ὠφελείας τοσαύτην ποιήσασθαι σπουδὴν ὥστε Ποσειδίππῳ μέν, ὅτι κατημέλησεν, ὀργισθῆναι, Διοκλέους δὲ ταὐτὰ[*](ταὐτὰCobet: ταῦτα.) πάλιν ἐς τὴν ὑστεραίαν δεηθῆναι;

εἰ γὰρ δή, ὦ ἄνδρες, ὡς οὗτοί φασιν, ἐν ταῖς νῦν γεγραμμέναις διαθήκαις ἔδωκεν αὐτοῖς τὴν οὐσίαν, καὶ τοῦτʼ ἄξιον εἶναί μοι δοκεῖ θαυμάζειν, ὅ τί ποτε ἐπανορθώσας κυριωτέρας αὐτὰς ἡγεῖτʼ[*](ἡγεῖτʼCobet: ἡγοῖτʼ.) ἂν ποιῆσαι· τοῖς γὰρ ἄλλοις οὗτος ὅρος ἐστίν, ὦ ἄνδρες, τῶν δωρεῶν.

ἔτι δὲ καὶ εἴ τι προσγράψαι τούτοις ἐβούλετο, διὰ τί οὐκ ἐν ἑτέρῳ γράψας αὐτὰ γραμματείῳ κατέλιπεν, ἐπειδὴ τὰ γράμματα παρὰ τῶν ἀρχόντων οὐκ ἐδυνήθη λαβεῖν; ἀνελεῖν μὲν γάρ,[*](μὲν γάρQ: γὰρ.) ὦ ἄνδρες, οὐχ οἷός τʼ ἦν ἄλλο γραμματεῖον ἢ τὸ παρὰ τῇ ἀρχῇ κείμενον· γράψαι δʼ ἐξῆν εἰς ἕτερον εἴ τι ἐβούλετο, καὶ μηδὲ τοῦθʼ ἡμῖν ἀμφισβητήσιμον ἐᾶν.

εἰ τοίνυν καὶ τοῦτο συγχωρήσαιμεν, ὡς ἐκεῖνος ἐπανορθῶσαι τὰς διαθήκας ἐβούλετο, πᾶσι δήπου φανερὸν ὑμῖν[*](ὑμῖνQ: ἡμῖν.) ἐστιν ὅτι οὐκ ὀρθῶς αὐτὰς ἔχειν ἡγεῖτο. καίτοι σκοπεῖτε καὶ ἐντεῦθεν τὴν ἀναισχυντίαν αὐτῶν, οἵτινες ταύτας τὰς διαθήκας ἀξιοῦσιν εἶναι κυρίας, ἃς ὁμολογοῦσι μηδʼ αὐτὸν τὸν διαθέμενον [ταῦτα] ὀρθῶς ἔχειν ἡγεῖσθαι, καὶ πείθουσιν ὑμᾶς ἐναντία καὶ τοῖς νόμοις καὶ τῷ δικαίῳ καὶ τῇ τοῦ τετελευτηκότος γνώμῃ ψηφίσασθαι.

ἔτι τοίνυν τούτων ἁπάντων ἀναιδέστατος τῶν λόγων ἐστίν, ὅταν τολμῶσι λέγειν ὡς Κλεώνυμος οὐδὲν ἡμᾶς τῶν αὑτοῦ λαβεῖν ἐβούλετο. καίτοι, ὦ ἄνδρες, τίνας ἂν ἄλλους ταῦτα ἔχειν ἐβουλήθη μᾶλλον ἢ τούτους, οὓς καὶ ζῶν ἐκ τῶν αὑτοῦ πλεῖστα τῶν οἰκείων ὠφέλει;

πάντων δʼ ἂν εἴη θαυμασιώτατον, εἰ Κηφίσανδρος μὲν ὁ τούτων οἰκεῖος δίκαιον ἡγεῖτο εἶναι μέρος ἕκαστον ἡμῶν ἔχειν τῆς οὐσίας, Κλεώνυμος δʼ ὃς ἦν ἡμῖν οἰκειότατος[*](οἰκειότατοςBekker: οἰκειότερος.) καὶ ἡμᾶς εἰς τὴν οἰκίαν τὴν αὑτοῦ λαβὼν ἐθεράπευε καὶ ἐπεμελεῖτο τῶν ἡμετέρων ὥσπερ τῶν αὑτοῦ πραγμάτων, οὗτος μόνος ἐβούλετο ἡμᾶς ἀκλήρους εἶναι τῶν αὑτοῦ.

καὶ τίς ἂν ὑμῶν πιστεύσειεν εὐνουστέρους καὶ μετριωτέρους τοὺς ἀντιδίκους ἡμῖν εἶναι τῶν οἰκειοτάτων; κἀκεῖνον μέν, ᾧ καὶ ἀναγκαῖον εὖ ποιεῖν ἡμᾶς καὶ αἰσχρὸν ἡμῶν ἀμελῆσαι, μηδὲν τῶν αὑτοῦ ἡμῖν δοῦναι· τούτους δέ, οἷς οὔτʼ ἀνάγκη ἐστὶν οὔτʼ αἰσχύνην οὐδεμίαν φέρει, τῶν οὐ προσηκόντων, ὥς φασιν, ἡμῖν μεταδιδόναι; ἀλλὰ ταῦτα μέν, ὦ ἄνδρες, πολλὴν ἀπιστίαν ἔχει.

ἔπειτα, εἰ μὲν καὶ νῦν οὕτω πρὸς ἀμφοτέρους ἡμᾶς ἔχων ἐτελεύτησεν, ὥσπερ ὅτε τὰς διαθήκας ταύτας ἐποιήσατο, εἰκότως ἄν τις ὑμῶν πιστεύσειε[*](πιστεύσειεScheibe: πιστεῦσαι.) τοῖς λόγοις τοῖς τουτωνί· νυνὶ δὲ πᾶν τοὐναντίον εὑρήσετε. τότε μὲν γὰρ ἔτυχε Δεινίᾳ, ὃς ἡμᾶς ἐπετρόπευε, διάφορος ὢν ἡμῖν τε οὔπω[*](οὔπωMai: οὕτω.) χρώμενος τούτοις τε ἅπασιν ἐπιτηδείως διακείμενος· νῦν δὲ τούτων μέν τισι διάφορος ἐγένετο, ἡμῖν δὲ πάντων ἐχρῆτο οἰκειότατα.

καὶ ἐξ ὧν μὲν αὐτῷ πρὸς τούτους ἐγένετο ἡ διαφορά, περίεργόν ἐστι λέγειν· σημεῖα δʼ ὑμῖν[*](ὑμῖνQ: ἡμῖν.) ἐρῶ μεγάλα, περὶ ὧν καὶ μάρτυρας ἕξω παρασχέσθαι. πρῶτον μὲν γὰρ θύων τῷ Διονύσῳ, καὶ τοὺς οἰκείους ἅπαντας καλέσας καὶ τῶν ἄλλων πολιτῶν πολλούς, Φερένικον οὐδαμοῦ παρεστήσατο. ἔπειτα μικρὸν πρὶν τελευτῆσαι βαδίζων εἰς Πάνορμον μετὰ Σίμωνος, καὶ συντυχὼν αὐτῷ, προσειπεῖν οὐκ ἐτόλμησεν.

ἔτι δὲ πρὸς τούτοις πυνθανομένου τὴν διαφορὰν τοῦ Σίμωνος τήν τʼ ἔχθραν διηγήσατο, καὶ προσηπείλησεν ὅτι δηλώσειέ[*](δηλώσειέDobree: δηλώσει.) ποτʼ ἂν τούτῳ ὡς διάκειται πρὸς αὐτόν. καὶ ὡς ἀληθῆ λέγω, κάλει μάρτυρας.

〈Μάρτυρες〉

οἴεσθε οὖν, ὦ ἄνδρες, τὸν οὑτωσὶ πρὸς ἑκατέρους ἡμᾶς διακείμενον ἡμῖν μέν, οἷς οἰκειότατα ἐχρῆτο, οὕτω ποιεῖν ὅπως μηδὲ λόγον ὑπολείψει,[*](ὅπως μηδὲ λόγον ὑπολείψειQ: ὥστε μ. λ. ὑπολείψεινA: ὥστε μηδὲν ὁλῶς ὑπολείψεινPhotiades.) τούτοις δέ, ὧν τισι καὶ διάφορος ἦν, σκοπεῖν ὅπως ἅπασαν βεβαιώσει τὴν οὐσίαν; καὶ τούτους μὲν νῦν περὶ πλείονος ποιεῖσθαι ταύτης ὑπούσης τῆς ἔχθρας, ἡμᾶς δὲ τοσαύτης οἰκειότητος καὶ φιλίας γενομένης πειρᾶσθαι μᾶλλον κακῶς ποιεῖν;

ἀλλʼ ἔγωγε, εἰ κατηγορεῖν ἐβούλοντο τῶν διαθηκῶν ἢ τοῦ τετελευτηκότος, οὐκ οἶδʼ ὅ τι ἂν ἄλλο πρὸς ὑμᾶς εἶπον, οἵ γε τὰς διαθήκας μὲν ἀποφαίνουσιν οὔτʼ ὀρθῶς ἐχούσας οὔτʼ ἀρεσκούσας τῷ διαθεμένῳ, τοῦ δὲ τοσαύτην μανίαν κατηγοροῦσιν, ὥστε φασὶν αὐτὸν[*](αὐτὸνQ: αὐτῶ.) περὶ πλείονος ποιεῖσθαι τοὺς αὑτῷ διαφερομένους ἢ τοὺς οἰκείως χρωμένους, καὶ οἷς μὲν ζῶν οὐδὲ[*](οὐδὲCobet: οὐ.) διελέγετο ἅπασαν δοῦναι τὴν οὐσίαν, τοὺς δʼ οἰκειότατα κεχρημένους[*](οἰκειότατα κεχρημένουςBekker: οἰκειότητα κεκτημένους.) οὐδὲ πολλοστοῦ μέρους ἀξιῶσαι. ὥστε τίς ἂν ὑμῶν ταύτας εἶναι κυρίας τὰς διαθήκας ψηφίσαιτο,

ἃς ὁ μὲν διαθέμενος ὡς οὐκ ὀρθῶς ἐχούσας ἀπεδοκίμασεν, οὗτοι δʼ ἔργῳ λύουσιν ἐθέλοντες ἡμῖν ἰσομοιρῆσαι τῆς οὐσίας, πρὸς δὲ τούτοις ἡμεῖς ὑμῖν ἀποφαίνομεν ἐναντίας οὔσας καὶ τῷ νόμῳ καὶ τοῖς δικαίοις καὶ τῇ τοῦ τετελευτηκότος διανοίᾳ;

οἶμαι δʼ ὑμᾶς τὸ περὶ ἡμῶν δίκαιον σαφέστατʼ ἂν παρʼ αὐτῶν τούτων πυνθάνεσθαι. εἰ γάρ τις αὐτοὺς ἔροιτο διὰ τί ἀξιοῦσι κληρονόμοι γενέσθαι τῶν Κλεωνύμου, τοῦτʼ ἂν εἰπεῖν ἔχοιεν, ὅτι καὶ γένει ποθὲν προσήκουσι καὶ ἐκεῖνος αὐτοῖς χρόνον τινὰ ἐπιτηδείως διέκειτο. οὐκ ἂν[*](οὐκ ἂνMai: οὐκοῦν.) ἄρα ὑπὲρ ἡμῶν μᾶλλον ἢ ὑπὲρ σφῶν αὐτῶν εἶεν εἰρηκότες;

εἴ τε γὰρ διὰ τὴν τοῦ γένους ἀγχιστείαν δεῖ γενέσθαι τινὰς κληρονόμους, ἡμεῖς ἐγγυτέρω γένει προσήκομεν· εἴ τε διὰ τὴν φιλίαν τὴν ὑπάρχουσαν, ἴσασιν αὐτὸν ἅπαντες ἡμῖν οἰκειότερον διακείμενον. ὥστʼ οὐ χρὴ παρʼ ἡμῶν, ἀλλὰ [καὶ] παρʼ αὐτῶν τούτων πυνθάνεσθαι τὸ δίκαιον.

πάντων δʼ ἂν εἴη δεινότατον, εἰ τοῖς μὲν ἄλλοις ψηφίζοισθε, ὅταν θάτερα[*](θάτεραMai: θάττερα.) τούτων ἀποφαίνωσι σφᾶς αὐτούς, ἢ γένει προτέρους ὄντας ἢ τῇ φιλίᾳ τῇ πρὸς τὸν τετελευτηκότα, ἡμᾶς δʼ οἷς ἐστιν ἀμφότερα ταῦτα παρὰ πάντων ὁμολογούμενα, ἀξιώσετε μόνους ἀκλήρους ποιῆσαι τῶν ἐκείνου.

καὶ εἰ μὲν Πολύαρχος[*](ΠολύαρχοςMai: ναύαρχος.) ὁ πατὴρ ὁ Κλεωνύμου, πάππος δʼ ἡμέτερος, ζῶν ἐτύγχανε καὶ τῶν ἐπιτηδείων ἐνδεὴς ὤν, ἢ Κλεώνυμος ἐτελεύτησε θυγατέρας ἀπορουμένας καταλιπών, ἡμεῖς ἂν διὰ τὴν ἀγχιστείαν καὶ τὸν πάππον γηροτροφεῖν ἠναγκαζόμεθα καὶ τὰς Κλεωνύμου θυγατέρας ἢ λαβεῖν αὐτοὶ γυναῖκας ἢ προῖκα ἐπιδιδόντες ἑτέροις ἐκδιδόναι, καὶ ταῦθʼ ἡμᾶς καὶ ἡ συγγένεια καὶ οἱ νόμοι καὶ ἡ παρʼ ὑμῶν αἰσχύνη ποιεῖν ἠνάγκαζεν ἄν, ἢ ταῖς μεγίσταις ζημίαις καὶ τοῖς ἐσχάτοις ὀνείδεσι περιπεσεῖν·