Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ὁ δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον εἵλετο εἴπας εἴ τις οἱ δοίη ἀγρούς, τῶν ἀστῶν ὀνομάσας τοῖσι ἠπίστατο εἶναι καλλίστους δύο κλήρους τῶν ἐν τῇ Ἀπολλωνίῃ, καὶ οἴκησιν πρὸς τούτοισι τὴν ᾔδεε καλλίστην ἐοῦσαν τῶν ἐν πόλι· τούτων δὲ ἔφη ἐπήβολος γενόμενος τοῦ λοιποῦ ἀμήνιτος εἶναι, καὶ δίκην οἱ ταύτην ἀποχρᾶν γενομένην.

καὶ ὃ μὲν ταῦτα ἔλεγε, οἳ δὲ πάρεδροι εἶπαν ὑπολαβόντες Εὐήνιε, ταύτην δίκην Ἀπολλωνιῆται τῆς ἐκτυφλώσιος ἐκτίνουσί τοι κατὰ θεοπρόπια τὰ γενόμενα. ὃ μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποίεε, τὸ ἐνθεῦτεν πυθόμενος τὸν πάντα λόγον, ὡς ἐξαπατηθείς· οἳ δὲ πριάμενοι παρὰ τῶν ἐκτημένων διδοῦσί οἱ τὰ εἵλετο. καὶ μετὰ ταῦτα αὐτίκα ἔμφυτον μαντικὴν εἶχε, ὥστε καὶ ὀνομαστὸς γενέσθαι.

τούτου δὴ ὁ Δηίφονος ἐὼν παῖς τοῦ Εὐηνίου ἀγόντων Κορινθίων ἐμαντεύετο τῇ στρατιῇ. ἤδη δὲ καὶ τόδε ἤκουσα, ὡς ὁ Δηίφονος ἐπιβατεύων τοῦ Εὐηνίου οὐνόματος ἐξελάμβανε ἐπὶ τὴν Ἑλλάδα ἔργα, οὐκ ἐὼν Εὐηνίου παῖς.

τοῖσι δὲ Ἕλλησι ὡς ἐκαλλιέρησε, ἀνῆγον τὰς νέας ἐκ τῆς Δήλου πρὸς τὴν Σάμον. ἐπεὶ δὲ ἐγένοντο τῆς Σαμίης πρὸς Καλαμίσοισι, οἳ μὲν αὐτοῦ ὁρμισάμενοι κατὰ τὸ Ἥραιον τὸ ταύτῃ παρεσκευάζοντο ἐς ναυμαχίην, οἳ δὲ Πέρσαι πυθόμενοι σφέας προσπλέειν ἀνῆγον καὶ αὐτοὶ πρὸς τὴν ἤπειρον τὰς νέας τὰς ἄλλας, τὰς δὲ Φοινίκων ἀπῆκαν ἀποπλέειν. βουλευομένοισι γάρ σφι ἐδόκεε ναυμαχίην μὴ ποιέεσθαι·