Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ἐφάνη δὲ καὶ τόδε ὕστερον τούτων ἐπὶ τῶν νεκρῶν περιψιλωθέντων τὰς σάρκας· συνεφόρεον γὰρ τὰ ὀστέα οἱ Πλαταιέες ἐς ἕνα χῶρον· εὑρέθη κεφαλὴ οὐκ ἔχουσα ῥαφὴν οὐδεμίαν ἀλλʼ ἐξ ἑνὸς ἐοῦσα ὀστέου, ἐφάνη δὲ καὶ γνάθος κατὰ τὸ ἄνω[*](1) τῆς γνάθου ἔχουσα ὀδόντας μουνοφυέας ἐξ ἑνὸς ὀστέου πάντας τούς τε προσθίους καὶ γομφίους, καὶ πενταπήχεος ἀνδρὸς ὀστέα ἐφάνη.

ἐπείτε δὲ[*](2)Μαρδονίου δευτέρῃ ἡμέρῃ ὁ νεκρὸς ἠφάνιστο, ὑπὸ ὅτευ μὲν ἀνθρώπων τὸ ἀτρεκὲς οὐκ ἔχω εἰπεῖν, πολλοὺς δὲ τινὰς ἤδη καὶ παντοδαποὺς ἤκουσα θάψαι Μαρδόνιον, καὶ δῶρα μεγάλα οἶδα λαβόντας πολλοὺς παρὰ Ἀρτόντεω τοῦ Μαρδονίου παιδὸς διὰ τοῦτο τὸ ἔργον·

ὅστις μέντοι ἦν αὐτῶν ὁ ὑπελόμενός τε καὶ θάψας τὸν νεκρὸν τὸν Μαρδονίου, οὐ δύναμαι ἀτρεκέως πυθέσθαι, ἔχει δὲ τινὰ φάτιν καὶ Διονυσοφάνης ἀνὴρ Ἐφέσιος θάψαι Μαρδόνιον. ἀλλʼ ὃ μὲν τρόπῳ τοιούτῳ ἐτάφη.