Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ταῦτα δὲ ποιήσας, ὡς φυλασσόμενος ὑπὸ φυλάκων, διορύξας τὸν τοῖχον ἀπέδρη ἐς Τεγέην, τὰς μὲν νύκτας πορευόμενος, τὰς δὲ ἡμέρας καταδύνων ἐς ὕλην καὶ αὐλιζόμενος, οὕτω ὡς Λακεδαιμονίων πανδημεὶ διζημένων τρίτῃ εὐφρόνῃ γενέσθαι ἐν Τεγέη, τοὺς δὲ ἐν θώματι μεγάλῳ ἐνέχεσθαι τῆς τε τόλμης, ὁρῶντας τὸ ἡμίτομον τοῦ ποδὸς κείμενον, κἀκεῖνον οὐ δυναμένους εὑρεῖν.

τότε μὲν οὕτω διαφυγὼν Λακεδαιμονίους καταφεύγει ἐς Τεγέην ἐοῦσαν οὐκ ἀρθμίην Λακεδαιμονίοισι τοῦτον τὸν χρόνον· ὑγιὴς δὲ γενόμενος καὶ προσποιησάμενος ξύλινον πόδα κατεστήκεε ἐκ τῆς ἰθέης Λακεδαιμονίοισι πολέμιος. οὐ μέντοι ἔς γε τέλος οἱ συνήνεικε τὸ ἔχθος τὸ ἐς Λακεδαιμονίους συγκεκυρημένον· ἥλω γὰρ μαντευόμενος ἐν Ζακύνθῳ ὑπʼ αὐτῶν καὶ ἀπέθανε.