Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

τούτους δὲ ἔτι ἐν Φαλήρῳ ἐὼν ἀπὸ τῶν νεῶν ἀπεβιβάσατο ἐόντας ἐπιβάτας· οὐ γὰρ ἐτάχθησαν ἐς τὸν πεζὸν τὸν ἅμα Ξέρξῃ ἀπικόμενον ἐς Ἀθήνας Αἰγύπτιοι. τῶν μὲν δὴ βαρβάρων ἦσαν τριήκοντα μυριάδες, ὡς καὶ πρότερον δεδήλωται· τῶν δὲ Ἑλλήνων τῶν Μαρδονίου συμμάχων οἶδε μὲν οὐδεὶς ἀριθμόν· οὐ γὰρ ὦν ἠριθμήθησαν· ὡς δὲ ἐπεικάσαι, ἐς πέντε μυριάδας συλλεγῆναι εἰκάζω. οὗτοι οἱ παραταχθέντες πεζοὶ ἦσαν, ἡ δὲ ἵππος χωρὶς ἐτέτακτο.

ὡς δὲ ἄρα πάντες οἱ ἐτετάχατο κατὰ ἔθνεα καὶ κατὰ τέλεα, ἐνθαῦτα τῇ δευτέρῃ ἐθύοντο καὶ ἀμφότεροι. Ἕλλησι μὲν Τισαμενὸς Ἀντιόχου ἦν ὁ θυόμενος· οὗτος γὰρ δὴ εἵπετο τῷ στρατεύματι τούτῳ μάντις· τὸν ἐόντα Ἠλεῖον καὶ γένεος τοῦ Ἰαμιδέων Κλυτιάδην Λακεδαιμόνιοι ἐποιήσαντο λεωσφέτερον.