Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ἐνθεῦτεν οἱ Ἕλληνες ἐπανέπλεόν τε καὶ συνέμισγον. ἐν ταύτῃ τῇ ναυμαχίῃ παραπλήσιοι ἀλλήλοισι ἐγίνοντο.

ὁ γὰρ Ξέρξεω στρατὸς ὑπὸ μεγάθεός τε καὶ πλήθεος αὐτὸς ὑπʼ ἑωυτοῦ ἔπιπτε, ταρασσομενέων τε τῶν νεῶν καὶ περιπιπτουσέων περὶ ἀλλήλας· ὅμως μέντοι ἀντεῖχε καὶ οὐκ εἶκε· δεινὸν γὰρ χρῆμα ἐποιεῦντο ὑπὸ νεῶν ὀλιγέων ἐς φυγὴν τρέπεσθαι.

πολλαὶ μὲν δὴ τῶν Ἑλλήνων νέες διεφθείροντο πολλοὶ δὲ ἄνδρες, πολλῷ δʼ ἔτι πλεῦνες νέες τε τῶν βαρβάρων καὶ ἄνδρες, οὕτω δὲ ἀγωνιζόμενοι διέστησαν χωρὶς ἑκάτεροι.