Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ἢν ὦν μὴ αὐτίκα ὁμολογήσητε, μεγάλα προτεινόντων ἐπʼ οἷσι ὁμολογέειν ἐθέλουσι, δειμαίνω ὑπὲρ ὑμέων ἐν τρίβῳ τε μάλιστα οἰκημένων τῶν συμμάχων πάντων αἰεί τε φθειρομένων μούνων, ἐξαίρετον μεταίχμιόν τε τὴν γῆν ἐκτημένων.

ἀλλὰ πείθεσθε· πολλοῦ γὰρ ὑμῖν ἄξια ταῦτα, εἰ βασιλεύς γε ὁ μέγας μούνοισι ὑμῖν Ἑλλήνων τὰς ἁμαρτάδας ἀπιεὶς ἐθέλει φίλος γενέσθαι.

Ἀλέξανδρος μὲν ταῦτα ἔλεξε. Λακεδαιμόνιοι δὲ πυθόμενοι ἥκειν Ἀλέξανδρον ἐς Ἀθήνας ἐς ὁμολογίην ἄξοντα τῷ βαρβάρῳ Ἀθηναίους, ἀναμνησθέντες τῶν λογίων ὥς σφεας χρεόν ἐστι ἅμα τοῖσι ἄλλοισι Δωριεῦσι ἐκπίπτειν ἐκ Πελοποννήσου ὑπὸ Μήδων τε καὶ Ἀθηναίων, κάρτα τε ἔδεισαν μὴ ὁμολογήσωσι τῷ Πέρσῃ Ἀθηναῖοι, αὐτίκα τέ σφι ἔδοξε πέμπειν ἀγγέλους.

καὶ δὴ συνέπιπτε ὥστε ὁμοῦ σφεων γίνεσθαι τὴν κατάστασιν· ἐπανέμειναν γὰρ οἱ Ἀθηναῖοι διατρίβοντες, εὖ ἐπιστάμενοι ὅτι ἔμελλον Λακεδαιμόνιοι πεύσεσθαι ἥκοντα παρὰ τοῦ βαρβάρου ἄγγελον ἐπʼ ὁμολογίῃ, πυθόμενοί τε πέμψειν κατὰ τάχος ἀγγέλους. ἐπίτηδες ὦν ἐποίευν, ἐνδεικνύμενοι τοῖσι Λακεδαιμονίοισι τὴν ἑωυτῶν γνώμην.

ὡς δὲ ἐπαύσατο λέγων Ἀλέξανδρος, διαδεξάμενοι ἔλεγον οἱ ἀπὸ Σπάρτης ἄγγελοι ἡμέας δὲ ἔπεμψαν Λακεδαιμόνιοι δεησομένους ὑμέων μήτε νεώτερον ποιέειν μηδὲν κατὰ τὴν Ἑλλάδα μήτε λόγους ἐνδέκεσθαι παρὰ τοῦ βαρβάρου.