Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

μόσχοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι κυνέας ξυλίνας εἶχον, ἀσπίδας δὲ καὶ αἰχμὰς σμικράς· λόγχαι δὲ ἐπῆσαν μεγάλαι. Τιβαρηνοὶ δὲ καὶ Μάκρωνες καὶ Μοσσύνοικοι κατά περ Μόσχοι ἐσκευασμένοι ἐστρατεύοντο. τούτους δὲ συνέτασσον ἄρχοντες οἵδε, Μόσχους μὲν καὶ Τιβαρηνοὺς Ἀριόμαρδος ὁ Δαρείου τε παῖς καὶ Πάρμυος τῆς Σμέρδιος τοῦ Κύρου, Μάκρωνας δὲ καὶ Μοσσυνοίκους Ἀρταΰκτης ὁ Χεράσμιος, ὃς Σηστὸν τὴν ἐν Ἑλλησπόντῳ ἐπετρόπευε.

Μᾶρες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι κράνεα ἐπιχώρια πλεκτὰ εἶχον, ἀσπίδας δὲ δερματίνας μικρὰς καὶ ἀκόντια. Κόλχοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι κράνεα ξύλινα, ἀσπίδας δὲ ὠμοβοΐνας μικρὰς αἰχμάς τε βραχέας, πρὸς δὲ μαχαίρας εἶχον. Μαρῶν δὲ καὶ Κόλχων ἦρχε Φαρανδάτης ὁ Τεάσπιος. Ἀλαρόδιοι δὲ καὶ Σάσπειρες κατά περ Κόλχοι ὡπλισμένοι ἐστρατεύοντο. τούτων δὲ Μασίστιος ὁ Σιρομίτρεω ἦρχε.