Histories
Herodotus
Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
πειθομένοισι δὲ ταῦτα τοῖσι Ἀθηναίοισι καὶ λέγουσι ὦναξ, χρῆσον ἡμῖν ἄμεινόν τι περὶ τῆς πατρίδος, αἰδεσθεὶς τὰς ἱκετηρίας τάσδε τάς τοι ἥκομεν φέροντες, ἢ οὔ τοι ἄπιμεν ἐκ τοῦ ἀδύτου, ἀλλʼ αὐτοῦ τῇδε μενέομεν ἔστʼ ἂν καὶ τελευτήσωμεν, ταῦτα δὲ λέγουσι ἡ πρόμαντις χρᾷ δεύτερα τάδε.
- οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι
- λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ.
- σοὶ δὲ τόδʼ αὖτις ἔπος ἐρέω ἀδάμαντι πελάσσας.
- τῶν ἄλλων γὰρ ἁλισκομένων ὅσα Κέκροπος οὖρος
- ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο,
- τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς
- μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει.
- μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα
- πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν
- νῶτον ἐπιστρέψας· ἔτι τοι ποτε κἀντίος ἔσσῃ.
- ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν
- ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης.