Histories
Herodotus
Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
πέμψαντες γὰρ οἱ Ἀθηναῖοι ἐς Δελφοὺς θεοπρόπους χρηστηριάζεσθαι ἦσαν ἕτοιμοι· καί σφι ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα, ὡς ἐς τὸ μέγαρον ἐσελθόντες ἵζοντο, χρᾷ ἡ Πυθίη, τῇ οὔνομα ἦν Ἀριστονίκη, τάδε.
- ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγʼ ἔσχατα γαίης
- δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.
- οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδον οὔτε τὸ σῶμα,
- οὔτε πόδες νέατοι οὔτʼ ὦν χέρες, οὔτε τι μέσσης
- λείπεται, ἀλλʼ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει
- πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων.
- πολλὰ δὲ κἆλλʼ ἀπολεῖ πυργώματα κοὐ τὸ σὸν οἶον,
- πολλοὺς δʼ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει,
- οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι,
- δείματι παλλόμενοι, κατὰ δʼ ἀκροτάτοις ὀρόφοισι
- αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκας.
- ἀλλʼ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δʼ ἐπικίδνατε θυμόν.