Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

πέμψαντες γὰρ οἱ Ἀθηναῖοι ἐς Δελφοὺς θεοπρόπους χρηστηριάζεσθαι ἦσαν ἕτοιμοι· καί σφι ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα, ὡς ἐς τὸ μέγαρον ἐσελθόντες ἵζοντο, χρᾷ ἡ Πυθίη, τῇ οὔνομα ἦν Ἀριστονίκη, τάδε.

  1. ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγʼ ἔσχατα γαίης
  2. δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.
  3. οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδον οὔτε τὸ σῶμα,
  4. οὔτε πόδες νέατοι οὔτʼ ὦν χέρες, οὔτε τι μέσσης
  5. λείπεται, ἀλλʼ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει
  6. πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων.