Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ὃ μὲν δὴ τοιαῦτα ἔλεγε, ἣ δὲ ἀμείβετο τοῖσιδε. ὦ παῖ, ἐπείτε με λιτῇσι μετέρχεαι εἰπεῖν τὴν ἀληθείην, πᾶν ἐς σὲ κατειρήσεται τὠληθές. ὥς με ἠγάγετο Ἀρίστων ἐς ἑωυτοῦ, νυκτὶ τρίτῃ ἀπὸ τῆς πρώτης ἦλθέ μοι φάσμα εἰδόμενον Ἀρίστωνι, συνευνηθὲν δὲ τοὺς στεφάνους τοὺς εἶχε ἐμοὶ περιετίθεε.

καὶ τὸ μὲν οἰχώκεε, ἧκε δὲ μετὰ ταῦτα Ἀρίστων. ὡς δέ με εἶδε ἔχουσαν στεφάνους, εἰρώτα τίς εἴη μοι ὁ δούς· ἐγὼ δὲ ἐφάμην ἐκεῖνον, ὁ δὲ οὐκ ὑπεδέκετο. ἐγὼ δὲ κατωμνύμην φαμένη αὐτὸν οὐ ποιέειν καλῶς ἀπαρνεόμενον· ὀλίγῳ γὰρ τι πρότερον ἐλθόντα καὶ συνευνηθέντα δοῦναί μοι τοὺς στεφάνους.

ὁρέων δέ με κατομνυμένην ὁ Ἀρίστων ἔμαθε ὡς θεῖον εἴη τὸ πρῆγμα. καὶ τοῦτο μὲν οἱ στέφανοι ἐφάνησαν ἐόντες ἐκ τοῦ ἡρωίου τοῦ παρὰ τῇσι θύρῃσι τῇσι αὐλείῃσι ἱδρυμένου, τὸ καλέουσι Ἀστροβάκου, τοῦτο δὲ οἱ μάντιες τὸν αὐτὸν τοῦτον ἥρωα ἀναίρεον εἶναι.