Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

πρὸς ταύτην δὲ τὴν κατηγορίην Κλεομένης ὁ Ἀναξανδρίδεω βασιλεὺς ἐὼν Σπαρτιητέων διέβη ἐς Αἴγιναν, βουλόμενος συλλαβεῖν Αἰγινητέων τοὺς αἰτιωτάτους.

ὡς δὲ ἐπειρᾶτο συλλαμβάνων, ἄλλοι τε δὴ ἐγίνοντο αὐτῷ ἀντίξοοι τῶν Αἰγινητέων, ἐν δὲ δὴ καὶ Κριὸς ὁ Πολυκρίτου μάλιστα, ὃς οὐκ ἔφη αὐτὸν οὐδένα ἄξειν χαίροντα Αἰγινητέων· ἄνευ γάρ μιν Σπαρτιητέων τοῦ κοινοῦ ποιέειν ταῦτα, ὑπʼ Ἀθηναίων ἀναγνωσθέντα χρήμασι· ἅμα γὰρ ἄν μιν τῷ ἑτέρῳ βασιλέι ἐλθόντα συλλαμβάνειν.

ἔλεγε δὲ ταῦτα ἐξ ἐπιστολῆς τῆς Δημαρήτου. Κλεομένης δὲ ἀπελαυνόμενος ἐκ τῆς Αἰγίνης εἴρετο τὸν Κριὸν ὅ τι οἱ εἴη τὸ οὔνομα· ὁ δέ οἱ τὸ ἐὸν ἔφρασε. ὁ δὲ Κλεομένης πρὸς αὐτὸν ἔφη ἤδη νῦν καταχαλκοῦ ὦ κριὲ τὰ κέρεα, ὡς συνοισόμενος μεγάλῳ κακῷ.