Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ἐνθαῦτα δὴ εἰρωτώμενος ὑπὸ τῶν Ἰώνων ὁ Ἱστιαῖος κατʼ ὅ τι προθύμως οὕτω ἐπέστειλε τῷ Ἀρισταγόρῃ ἀπίστασθαι ἀπὸ βασιλέος καὶ κακὸν τοσοῦτον εἴη Ἴωνας ἐξεργασμένος, τὴν μὲν γενομένην αὐτοῖσι αἰτίην οὐ μάλα ἐξέφαινε, ὁ δὲ ἔλεγέ σφι ὡς βασιλεὺς Δαρεῖος ἐβουλεύσατο Φοίνικας μὲν ἐξαναστήσας ἐν τῇ Ἰωνίῃ κατοικίσαι, Ἴωνας δὲ ἐν τῇ Φοινίκῃ, καὶ τούτων εἵνεκα ἐπιστείλειε. οὐδέν τι πάντως ταῦτα βασιλέος βουλευσαμένου ἐδειμάτου τοὺς Ἴωνας.

μετὰ δὲ ὁ Ἱστιαῖος διʼ ἀγγέλου ποιεύμενος Ἑρμίππου ἀνδρὸς Ἀταρνίτεω τοῖσι ἐν Σάρδισι ἐοῦσι Περσέων ἔπεμπε βυβλία, ὡς προλελεσχηνευμένων αὐτῷ ἀποστάσιος πέρι. ὁ δὲ Ἕρμιππος πρὸς τοὺς μὲν ἀπεπέμφθη οὐ διδοῖ, φέρων δὲ ἐνεχείρισε τὰ βυβλία Ἀρταφρένεϊ·