Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

εἶναι δὲ Μήδων σφέας ἀποίκους λέγουσι. ὅκως δὲ οὗτοι Μήδων ἄποικοι γεγόνασι, ἐγὼ μὲν οὐκ ἔχω ἐπιφράσασθαι, γένοιτο δʼ ἂν πᾶν ἐν τῷ μακρῷ χρόνῳ. Σιγύννας δʼ ὦν καλέουσι Δίγυες οἱ ἄνω ὑπὲρ Μασσαλίης οἰκέοντες τοὺς καπήλους, Κύπριοι δὲ τὰ δόρατα.

ὡς δὲ Θρήικες λέγουσι, μέλισσαι κατέχουσι τὰ πέρην τοῦ Ἴστρου, καὶ ὑπὸ τουτέων οὐκ εἶναι διελθεῖν τὸ προσωτέρω. ἐμοὶ μέν νυν ταῦτα λέγοντες δοκέουσι λέγειν οὐκ οἰκότα· τὰ γὰρ ζῷα ταῦτα φαίνεται εἶναι δύσριγα· ἀλλά μοι τὰ ὑπὸ τὴν ἄρκτον ἀοίκητα δοκέει εἶναι διὰ τὰ ψύχεα. ταῦτα μέν νυν τῆς χώρης ταύτης πέρι λέγεται· τὰ παραθαλάσσια δʼ ὦν αὐτῆς Μεγάβαζος Περσέων κατήκοα ἐποίεε.