Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

οὐ δυναμένους δὲ τούτῳ τῷ τρόπῳ αὐτῶν κρατῆσαι, περιβαλόντας σχοινία ἕλκειν τὰ ἀγάλματα, καί σφι ἕλκουσι βροντήν τε καὶ ἅμα τῇ βροντῇ σεισμὸν ἐπιγενέσθαι· τοὺς δὲ τριηρίτας τοὺς ἕλκοντας ὑπὸ τούτων ἀλλοφρονῆσαι, παθόντας δὲ τοῦτο κτείνειν ἀλλήλους ἅτε πολεμίους, ἐς ὃ ἐκ πάντων ἕνα λειφθέντα ἀνακομισθῆναι αὐτὸν ἐς Φάληρον.

Ἀθηναῖοι μὲν οὕτω γενέσθαι λέγουσι, Αἰγινῆται δὲ οὐ μιῇ νηὶ ἀπικέσθαι Ἀθηναίους· μίαν μὲν γὰρ καὶ ὀλίγῳ πλεῦνας μιῆς, καὶ εἰ σφίσι μὴ ἔτυχον ἐοῦσαι νέες, ἀπαμύνεσθαι ἂν εὐπετέως· ἀλλὰ πολλῇσι νηυσὶ ἐπιπλέειν σφίσι ἐπὶ τὴν χώρην, αὐτοὶ δέ σφι εἶξαι καὶ οὐ ναυμαχῆσαι.

οὐκ ἔχουσι δὲ τοῦτο διασημῆναι ἀτρεκέως, οὔτε εἰ ἥσσονες συγγινωσκόμενοι εἶναι τῇ ναυμαχίῃ κατὰ τοῦτο εἶξαν, οὔτε εἰ βουλόμενοι ποιῆσαι οἷόν τι καὶ ἐποίησαν.