Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

οἳ δὲ ἐπὶ τοῖσιδε δώσειν ἔφασαν ἐπʼ ᾧ ἀπάξουσι ἔτεος ἑκάστου τῇ Ἀθηναίῃ τε τῇ Πολιάδι ἱρὰ καὶ τῷ Ἐρεχθέι. καταινέσαντες δὲ ἐπὶ τούτοισι οἱ Ἐπιδαύριοι τῶν τε ἐδέοντο ἔτυχον καὶ ἀγάλματα ἐκ τῶν ἐλαιέων τουτέων ποιησάμενοι ἱδρύσαντο· καὶ ἥ τε γῆ σφι ἔφερε καρπὸν καὶ Ἀθηναίοισι ἐπετέλεον τὰ συνέθεντο.

τοῦτον δʼ ἔτι τὸν χρόνον καὶ πρὸ τοῦ Αἰγινῆται Ἐπιδαυρίων ἤκουον τά τε ἄλλα καὶ δίκας διαβαίνοντες ἐς Ἐπίδαυρον ἐδίδοσάν τε καὶ ἐλάμβανον παρʼ ἀλλήλων οἱ Αἰγινῆται· τὸ δὲ ἀπὸ τοῦδε νέας τε πηξάμενοι καὶ ἀγνωμοσύνῃ χρησάμενοι ἀπέστησαν ἀπὸ τῶν Ἐπιδαυρίων.