Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ἕτερος δὲ τρίπους ἐν ἑξαμέτρῳ τόνῳ λέγει

  1. Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι
  2. νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.
Σκαῖος δʼ ἂν εἴη ὁ Ἱπποκόωντος, εἰ δὴ οὗτός γε ἐστὶ ὁ ἀναθεὶς καὶ μὴ ἄλλος τὠυτὸ οὔνομα ἔχων τῷ Ἱπποκόωντος, ἡλικίην κατὰ Οἰδίπουν τὸν Λαΐου.

τρίτος δὲ τρίπους λέγει καὶ οὗτος ἐν ἑξαμέτρῳ

  1. Λαοδάμας τρίποδʼ αὐτὸς ἐυσκόπῳ Ἀπόλλωνι
  2. μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.