Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ἐνθαῦτα οἱ Πέρσαι ἰδόμενοι γυναῖκας εὐμόρφους ἔλεγον πρὸς Ἀμύντην φάμενοι τὸ ποιηθὲν τοῦτο οὐδὲν εἶναι σοφόν· κρέσσον γὰρ εἶναι ἀρχῆθεν μὴ ἐλθεῖν τὰς γυναῖκας ἢ ἐλθούσας καὶ μὴ παριζομένας ἀντίας ἵζεσθαι ἀλγηδόνας σφίσι ὀφθαλμῶν.

ἀναγκαζόμενος δὲ ὁ Ἀμύντης ἐκέλευε παρίζειν· πειθομενέων δὲ τῶν γυναικῶν αὐτίκα οἱ Πέρσαι μαστῶν τε ἅπτοντο οἷα πλεόνως οἰνωμένοι, καί κού τις καὶ φιλέειν ἐπειρᾶτο.

Ἀμύντης μὲν δὴ ταῦτα ὁρέων ἀτρέμας εἶχε, καίπερ δυσφορέων, οἷα ὑπερδειμαίνων τοὺς Πέρσας· Ἀλέξανδρος δὲ ὁ Ἀμύντεω παρεών τε καὶ ὁρέων ταῦτα, ἅτε νέος τε ἐὼν καὶ κακῶν ἀπαθής, οὐδαμῶς ἔτι κατέχειν οἷος τε ἦν, ὥστε δὲ βαρέως φέρων εἶπε πρὸς Ἀμύντην τάδε. ὦ πάτερ, σὺ μὲν εἶκε τῇ ἡλικίῃ ἀπιών τε ἀναπαύεο, μηδὲ λιπάρεε τῇ πόσι· ἐγὼ δὲ προσμένων αὐτοῦ τῇδε πάντα τὰ ἐπιτήδεα παρέξω τοῖσι ξείνοισι.