Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

εἶπε πρὸς ταῦτα Ἀμύντης ὦ Πέρσαι, νόμος μὲν ἡμῖν γε ἐστὶ οὐκ οὗτος, ἀλλὰ κεχωρίσθαι ἄνδρας γυναικῶν· ἐπείτε δὲ ὑμεῖς ἐόντες δεσπόται προσχρηίζετε τούτων, παρέσται ὑμῖν καὶ ταῦτα. εἴπας τοσαῦτα ὁ Ἀμύντης μετεπέμπετο τὰς γυναῖκας· αἳ δʼ ἐπείτε καλεόμεναι ἦλθον, ἐπεξῆς ἀντίαι ἵζοντο τοῖσι Πέρσῃσι.

ἐνθαῦτα οἱ Πέρσαι ἰδόμενοι γυναῖκας εὐμόρφους ἔλεγον πρὸς Ἀμύντην φάμενοι τὸ ποιηθὲν τοῦτο οὐδὲν εἶναι σοφόν· κρέσσον γὰρ εἶναι ἀρχῆθεν μὴ ἐλθεῖν τὰς γυναῖκας ἢ ἐλθούσας καὶ μὴ παριζομένας ἀντίας ἵζεσθαι ἀλγηδόνας σφίσι ὀφθαλμῶν.