Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

Ἴωνες μὲν τούτοισι ἀμείψαντο· μετὰ δε ἡκόντων ἐς τὸ πεδίον τὸ Σαλαμινίων τῶν Περσέων, διέτασσον οἱ βασιλέες τῶν Κυπρίων, τοὺς μὲν ἄλλους Κυπρίους κατὰ τοὺς ἄλλους στρατιώτας ἀντιτάσσοντες, Σαλαμινίων δὲ καὶ Σολίων ἀπολέξαντες τὸ ἄριστον ἀντέτασσον Πέρσῃσι· Ἀρτυβίῳ δὲ τῷ στρατηγῷ τῶν Περσέων ἐθελοντὴς ἀντετάσσετο Ὀνήσιλος.

ἤλαυνε δὲ ἵππον ὁ Ἀρτύβιος δεδιδαγμένον πρὸς ὁπλίτην ἵστασθαι ὀρθόν. πυθόμενος ὦν ταῦτα ὁ Ὀνήσιλος, ἦν γάρ οἱ ὑπασπιστὴς γένος μὲν Κὰρ τὰ δὲ πολέμια κάρτα δόκιμος καὶ ἄλλως λήματος πλέος, εἶπε πρὸς τοῦτον

πυνθάνομαι τὸν Ἀρτυβίου ἵππον ἱστάμενον ὀρθὸν καὶ ποσὶ καὶ στόματι κατεργάζεσθαι πρὸς τὸν ἂν προσενειχθῇ· σὺ ὦν βουλευσάμενος εἰπὲ αὐτίκα ὁκότερον βούλεαι φυλάξας πλῆξαι, εἴτε τὸν ἵππον εἴτε αὐτὸν Ἀρτύβιον.