Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

κῶς δὲ ἄνευ τῶν σῶν βουλευμάτων τούτων τι ἐπρήχθη ; ὅρα μὴ ἐξ ὑστέρης σεωυτὸν ἐν αἰτίῃ σχῇς.

εἶπε πρὸς ταῦτα Ἱστιαῖος βασιλεῦ, κοῖον ἐφθέγξαο ἔπος, ἐμὲ βουλεῦσαι πρῆγμα ἐκ τοῦ σοί τι ἢ μέγα ἢ σμικρὸν ἔμελλε λυπηρὸν ἀνασχήσειν; τί δʼ ἂν ἐπιδιζήμενος ποιέοιμι ταῦτα, τεῦ δὲ ἐνδεὴς ἐών ; τῷ πάρα μὲν πάντα ὅσα περ σοί, πάντων δὲ πρὸς σέο βουλευμάτων ἐπακούειν ἀξιοῦμαι.

ἀλλʼ εἴ περ τι τοιοῦτον οἷον σὺ εἴρηκας πρήσσει ὁ ἐμὸς ἐπίτροπος, ἴσθι αὐτὸν ἐπʼ ἑωυτοῦ βαλόμενον πεποιηκέναι. ἀρχὴν δὲ ἔγωγε οὐδὲ ἐνδέκομαι τὸν λόγον, ὅκως τι Μιλήσιοι καὶ ὁ ἐμὸς ἐπίτροπος νεώτερον πρήσσουσι περὶ πρήγματα τὰ σά. εἰ δʼ ἄρα τι τοιοῦτο ποιεῦσι καὶ σὺ τὸ ἐὸν ἀκήκοας ὦ βασιλεῦ, μάθε οἷον πρῆγμα ἐργάσαο ἐμὲ ἀπὸ θαλάσσης ἀνάσπαστον ποιήσας.

Ἴωνες γὰρ οἴκασι ἐμεῦ ἐξ ὀφθαλμῶν σφι γενομένου ποιῆσαι τῶν πάλαι ἵμερον εἶχον· ἐμέο δʼ ἂν ἐόντος ἐν Ἰωνίῃ οὐδεμία πόλις ὑπεκίνησε. νῦν ὦν ὡς τάχος ἄπες με πορευθῆναι ἐς Ἰωνίην, ἵνα τοι κεῖνά τε πάντα καταρτίσω ἐς τὠυτὸ καὶ τὸν Μιλήτου ἐπίτροπον τοῦτον τὸν ταῦτα μηχανησάμενον ἐγχειρίθετον παραδῶ.